Servant songs vs the people; magi and stronger presence (chs. 51–60)
Jewish interlocutors apply the servant prophecies to the whole people in diaspora, struck so that many proselytes come; we read them of the one Christ. To Greeks: magi traffic with demons and achieve nothing divine; when a more divine presence appears, the demonic is put down — as at the magi’s coming to the child.
Greek
Εἵρηται δὴ περὶ μὲν τοῦ τόπου τῆς γενέσεως αὐτοῦ, ὅτι ἀπὸ „Βηθλεὲμ“ „ἐξελεύσεται ὁ ἡγούμενος,“ τοῦτον τὸν τρόπον· „καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾿ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.“ αὕτη δ᾿ ἡ προφητεία οὐδενὶ ἁρμόσαι ἂν τῶν, ὥς φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, ἐνθουσιώντων καὶ ἀγειρόντων καὶ λεγόντων ἄνωθεν ἥκειν, ἐὰν μὴ σαφῶς δεικνύηται ἐκ Βηθλεὲμ γεγεννημένος ἢ, ὡς ἂν εἴποι τις ἄλλος, ἀπὸ Βηθλεὲμ ἐπὶ τὸ ἡγεῖσθαι τοῦ λαοῦ ἐρχόμενος. περὶ δὲ τοῦ γεγεννῆσθαι τὸν Ἰησοῦν ἐν Βηθλεὲμ εἰ βούλεταί τις μετὰ τὴν τοῦ Μιχαία προφητείαν καὶ μετὰ τὴν ἀναγεγραμμένην ἐν τοῖς εὐαγγελίοις ὑπὸ τῶν Ἰησοῦ μαθητῶν ἱστορίαν καὶ ἄλλοθεν πεισθῆναι, κατανοησάτω ὅτι ἀκολούθως τῇ ἐν τῷ εὐαγγελίῳ περὶ τῆς γενέσεως αὐτοῦ ἱστορίᾳ δείκνυται τὸ ἐν Βηθλεὲμ σπήλαιον, ἔνθα ἐγεννήθη, καὶ ἡ ἐν τῷ σπηλαίῳ φάτνη, ἔνθα ἐσπαργανώθη. καὶ τὸ δεικνύμενον τοῦτο διαβόητόν ἐστιν ἐν τοῖς τόποις καὶ παρὰ τοῖς τῆς πίστεως ἀλλοτρίοις, ὡς ἄρα ἐν τῷ σπηλαίῳ τούτῳ ὁ ὑπὸ Χριστιανῶν προσκυνούμενος καὶ θαυμαζόμενος γεγέννηται Ἰησοῦς. ἐγὼ δ᾿ οἶμαι ὅτι πρὸ μὲν τῆς Χριστοῦ ἐπιδημίας οἱ ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ διὰ τὸ σαφὲς καὶ ἐναργὲς τῆς προφητείας ἐδίδασκον ὅτι ὁ Χριστὸς ἐν Βηθλεὲμ γεννηθήσεται. καὶ ἔφθανεν ὁ λόγος οὗτος καὶ ἐπὶ τοὺς πολλοὺς τῶν Ἰουδαίων· ὅθεν καὶ ὁ Ἡρώδης ἀναγέγραπται πυνθανόμενος τῶν ἀρχιερέων καὶ γραμματέων τοῦ λαοῦ ἀκηκοέναι παρ᾿ αὐτῶν ὅτι ὁ Χριστὸς „ἐν Βηθλεὲμ τῆς Ἰουδαίας“ γεννηθήσεται, ὅθεν ἦν ὁ Δαυίδ. ἔτι δὲ καὶ ἐν τῷ κατὰ Ἰωάννην λέλεκται Ἰουδαίους εἰρηκέναι ὅτι ὁ Χριστος ἐν Βηθλεὲμ γεννηθήσεται, ὅθεν ὁ Δαυὶδ ἦν. μετὰ δὲ τὴν Χριστοῦ ἐπιδημίαν οἱ πραγματευόμενοι καθελεῖν τὴν περὶ αὐτοῦ ὑπόληψιν ὡς προφητευθέντος ἄνωθεν περὶ τῆς γενέσεως, τὴν τοιαύτην διδασκαλίαν περιεῖλον ἀπὸ τοῦ λαοῦ· ἀδελφόν τι ποιοῦντες τοῖς πείσασι τοὺς ἑωρακότας αὐτὸν ἀναστάντα ἀπὸ τῶν νεκρῶν στρατιώτας τῶν φρουρούντων τὸ μνημεῖον καὶ τοῦτ᾿ ἀπαγγέλλουσιν εἰρηκέναι τοῖς ἰδοῦσιν· „εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ ἡμῶν κοιμωμένων νυκτὸς ἔκλεψαν αὐτόν. καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.“
Πρὸς μὲν οὖν Ἕλληνας, ὅτι μάγοι δαίμοσιν ὁμιλοῦντες καὶ τούτους ἐφ᾿ ἃ μεμαθήκασι καὶ βούλονται καλοῦντες ποιοῦσι μὲν τὸ τοιοῦτον, ὅσον οὐδὲν θειότερον καὶ ἰσχυρότερον τῶν δαιμόνων καὶ τῆς καλούσης αὐτοὺς ἐπῳδῆς ἐπιφαίνεται ἢ λέγεται· ἐὰν δὲ θειοτέρα τις ἐπιφάνεια γένηται, καθαιροῦνται αἱ τῶν δαιμόνων ἐνέργειαι, μὴ δυνάμεναι ἀντιβλέψαι τῷ τῆς θειότητος φωτί. εἰκὸς οὖν καὶ κατὰ τὴν τοῦ Ἰησοῦ γένεσιν, ἐπεὶ „πλῆθος στρατιᾶς οὐρανίου,“ ὡς ὁ Λουκᾶς ἀνέγραψε κἀγὼ πείθομαι, ᾔνεσε τὸν θεὸν καὶ ἔλεγε· „δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία,“ διὰ τοῦτο οἱ δαίμονες ἠτόνησαν καὶ ἐξησθένησαν, ἐλεγχθείσης αὐτῶν τῆς γοητείας καὶ καταλυθείσης τῆς ἐνεργείας, οὐ μόνον ὑπὸ τῶν ἐπιδημησάντων τῷ περιγείῳ τόπῳ ἀγγέλων διὰ τὴν Ἰησοῦ γένεσιν καθαιρεθέντες ἀλλὰ καὶ ὑπὸ τῆς ψυχῆς τοῦ Ἰησοῦ καὶ τῆς ἐν αὐτῷ θειότητος. οἱ τοίνυν μάγοι τὰ συνήθη πράττειν θέλοντες, ἅπερ πρότερον διά τινων ἐπῳδῶν…
About this text
Origen’s Contra Celsum, Book I (Greek). On this page: §§1–61 closeout samples.
English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book I §§1–61 (sampled closeout; 10 sections).
Witnesses
- Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book I §§1–61 (sampled closeout; 10 sections))
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.