The sons of the gods and the work of Jesus
After this, Celsus’s Jew, as though he were some Greek fond of learning and schooled in Greek literature, says: “The ancient myths that gave a divine descent to Perseus and Amphion and Aeacus and Minos (and even these we did not believe) still showed great and wonderful works of theirs, truly beyond human power, so that they would not seem unbelievable. But you, what fine or wonderful thing have you done, in deed or in word? You showed us nothing, although we challenged you in the temple to produce some clear sign that you were the Son of God.”
To this we must say: let the Greeks show us, from any of those listed, some work that was of use to human life, brilliant, reaching down to later generations, and so great that it lends credibility to the myth about them that says they were born of divine seed. But in the men he named they will show nothing that comes even close to what Jesus displayed; unless, that is, the Greeks lead us back to myths and to the stories told among them, wanting us to believe those without reason but to disbelieve these even after so much clear evidence.
We ourselves, then, say that the whole inhabited world of human beings holds the work of Jesus; in it dwell, as sojourners, the churches of God through Jesus, made up of those who have turned from countless evils. And still the name of Jesus drives madness from people’s minds, and demons, and diseases as well. And it produces a wonderful gentleness, composure of character, love for humankind, kindness and mildness in those who have not pretended for the sake of a livelihood or some human need, but have sincerely accepted the teaching about God and Christ and the judgment to come.
Greek
Μετὰ ταῦτά φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὡς φιλομαθής τις Ἕλλην καὶ τὰ Ἑλλήνων πεπαιδευμένος ὅτι οἱ μὲν παλαιοὶ μῦθοι Περσεῖ καὶ Ἀμφίονι καὶ Αἰακῷ καὶ Μίνωϊ θείαν σπορὰν νείμαντες (οὐδ᾿ αὐτοῖς ἐπιστεύσαμεν) ὅμως ἐπέδειξαν αὐτῶν ἔργα μεγάλα καὶ θαυμαστὰ ἀληθῶς τε ὑπὲρ ἄνθρωπον, ἵνα μὴ ἀπίθανοι δοκῶσι· σὺ δὲ δὴ. τί καλὸν ἢ θαυμάσιον ἔργῳ ἢ λόγῳ πεποίηκας; ἡμῖν οὐδὲν ἐπεδείξω, καίτοι προκαλουμένων ἐν τῷ ἱερῷ σε παρασχέσθαι τι ἐναργὲς γνώρισμα, ὡς εἴης ὁ τοῦ θεοῦ παῖς. πρὸς τοῦτο δὲ λεκτέον ὅτι δεικνύτωσαν ἡμῖν Ἕλληνες τῶν κατειλεγμένων τινὸς βιωφελὲς λαμπρὸν καὶ παρατεῖναν ἐπὶ τὰς ὕστερον γενεὰς καὶ τηλικοῦτον ἔργον, ὡς ἐμποιεῖν πιθανότητα τῷ περὶ αὐτῶν μύθῳ, λέγοντι ἀπὸ θείας αὐτοὺς γεγονέναι σπορᾶς. ἀλλὰ γὰρ οὐδὲν δείξουσιν οὐδὲ μικρῷ ἐλάττω περὶ οὓς ἀνέγραψεν ἄνδρας ὧν παρέστησεν ὁ Ἰησοῦς. ἐὰν ἄρα μὴ ἐπὶ μύθους ἀνάγωσιν ἡμᾶς Ἕλληνες καὶ τὰς παρ᾿ αὐτοῖς ἱστορίας, θέλοντες ἡμᾶς μὲν ἐκείνοις ἀλόγως πιστεύειν τούτοις δὲ καὶ μετὰ πολλὴν ἐνάργειαν ἀπιστεῖν· αὐτοί φαμεν οὖν ὅτι τοῦ Ἰησοῦ τὸ ἔργον ἡ πᾶσα ἔχει ἀνθρώπων οἰκουμένη, ᾗ παροικοῦσιν αἱ τοῦ θεοῦ διὰ Ἰησοῦ ἐκκλησίαι τῶν μεταβαλόντων ἀπὸ μυρίων ὅσων κακῶν. καὶ ἔτι γε τὸ ὄνομα τοῦ Ἰησοῦ ἐκστάσεις μὲν διανοίας ἀνθρώπων ἀφίστησι καὶ δαίμονας ἤδη δὲ καὶ νόσους, ἐμποιεῖ δὲ θαυμασίαν τινὰ πρᾳότητα καὶ καταστολὴν τοῦ ἤθους καὶ φιλανθρωπίαν καὶ χρηστότητα καὶ ἡμερότητα ἐν τοῖς μὴ διὰ τὰ βιωτικὰ ἤ τινας χρείας ἀνθρωπικὰς ὑποκριναμένοις ἀλλὰ παραδεξαμένοις γνησίως τὸν περὶ θεοῦ καὶ Χριστοῦ καὶ τῆς ἐσομένης κρίσεως λόγον.