Jew’s epilogue — BOOK II CLOSEOUT (chs. 61–79)
The Jew’s closing word calls Jesus a mere man exposed by the facts; Origen answers that the epilogue restates the earlier insults without proving them, and closes Book II.
Greek
Ἦν οὖν καὶ ὁ Ἰησοῦς μετὰ θάνατον, ὡς μὲν ὁ Κέλσος οἴεται. φαντασίαν ἐξαποστέλλων τῶν ἐπὶ τῷ σταυρῷ τραυμάτων καὶ οὐκ ἀληθῶς τοιοῦτος ὢν τραυματίας· ὡς δὲ τὸ εὐαγγέλιον διδάσκει. οὗ τισὶ μὲν μέρεσιν. οἷς βούλεται. ἵνα κατηγορῇ. πιστεύει ὁ Κέλσος. τισὶ δ᾿ ἀπιστεῖ. ὁ Ἰησοῦς προσεκαλέσατό τινα τῶν μαθητῶν ἀπιστοῦντα καὶ ἀδύνατον οἰόμενον τὸ παράδοξον. συγκατετέθειτο μὲν γὰρ ἐκεῖνος τῇ φασκούσῃ αὐτὸν ἑωρακέναι, ὡς οὐκ ἀδυνάτου ὄντος τοῦ τὴν ψυχὴν τοῦ τεθνηκότος ὀφθῆναι. οὐκέτι δ᾿ ἐνόμιζεν ἀληθὲς εἶναι τὸ ἐν σώματι αὐτὸν ἀντιτύπῳ ἐγηγέρθαι. ὅθεν εἶπε μέν· „ἐὰν μὴ ἴδω,“ „οὐ μὴ πιστεύσω,“ προσέθηκε δὲ καὶ τό· „ἐὰν μὴ βάλω τὴν χεῖρά μου εἰς τὸν τύπον τῶν ἥλων καὶ ψηλαφήσω αὐτοῦ τὴν πλευρὰν, οὐ μὴ πιστεύσω.“ ταῦτα δ᾿ ἐλέγετο ὑπὸ τοῦ Θωμᾶ, κρίνοντος ὅτι δύναται ὀφθαλμοῖς αἰσθητοῖς φανῆναι ψυχῆς σῶμα. „πάντα“ τῷ προτέρῳ εἴδει „μέγεθός τε καὶ ὄμματα κάλ᾿ ἐϊκυίης καὶ φωνὴν“ πολλάκις δὲ „καὶ τοῖα περὶ χροῒ εἵματ᾿ ἐχούσης.“ καὶ προσκαλεσάμενός γε ὁ Ἰησοῦς τὸν Θωμᾶν εἶπε· „φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου. καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.“
Εἶτ᾿ ἐπίλογος τοῦ Ἰουδαίου ἐπὶ τούτοις πᾶσί φησι περὶ τοῦ Ἰησοῦ· ἐκεῖνος μὲν οὖν ἄνθρωπος ἦν, καὶ τοιοῦτος. οἷον αὐτὸ τὸ ἀληθὲς ἐμφανίζει καὶ ὁ λόγος δείκνυσιν. οὐκ οἶδα δὲ εἰ ἄνθρωπος, τολμήσας ἐπισπεῖραι πάσῃ τῇ οἰκουμένῃ τὴν κατ᾿ αὐτὸν θεοσέβειαν καὶ διδασκαλίαν, δύναται ἀθεεὶ ποιῆσαι ὃ βούλεται καὶ κρείττων γενέσθαι πάντων τῶν ἀντιπραττόντων τῇ νομῇ τῆς διδασκαλίας αὐτοῦ, βασιλέων τε καὶ ἡγουμένων καὶ συγκλήτου βουλῆς Ῥωμαίων καὶ τῶν πανταχοῦ ἀρχόντων καὶ δήμου. πῶς δὲ καὶ ἀνθρώπου φύσις, μηδὲν ἔχουσα κρεῖττον ἐν ἑαυτῇ, δύναται τοσοῦτον ἐπιστρέψαι πλῆθος; καὶ οὐ θαυμαστὸν εἰ τῶν φρονίμων ἀλλὰ καὶ τῶν ἀλογωτάτων καὶ τοῖς πάθεσιν ἐγκειμένων καὶ ὅσον ἐπὶ τῇ ἀλογίᾳ χαλεπώτερον μετατιθεμένων εἰς τὸ σωφρονέστερον. ἀλλ᾿ ἐπεὶ δύναμις τοῦ θεοῦ ὁ Χριστὸς ἦν καὶ σοφία τοῦ πατρὸς. διὰ τοῦτο ταῦτα πεποίηκε καὶ ἔτι ποιεῖ, κἂν μήτε Ἰουδαῖοι μήτε Ἕλληνες βούλωνται. οἱ ἀπιστοῦντες αὐτοῦ τῷ λόγῳ. ἡμεῖ…
About this text
Origen’s Contra Celsum, Book II (Greek). Complete on this page: sampled closeout §§1–61.
English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book II closeout.
Witnesses
- Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book II closeout samples)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.