Lawgivers and the unschooled crowd
After this he again abuses the man who champions Christianity, and pronounces that he recounts laughable things, but he does not prove, or even clearly set out, the things he calls laughable. In his abuse he says that no sensible man is persuaded by the teaching, being misled himself by the great number of those who come to it. In this too he acts like a man who would say, because of the great number of unschooled people who are guided by the laws, that no sensible man obeys, let us say, Solon or Lycurgus or Zaleucus or any of the others, and especially if he takes “sensible” to mean the man whose character is shaped by virtue. For just as with such people the lawgivers, according to what seemed useful to them, put them under such a discipline and such laws, so God, giving laws in Jesus to men everywhere, guides even those who are not sensible, so far as such people can be guided toward the better.
The God who speaks in Moses knew this, as we have also said above, and says: “They moved me to jealousy with what is no god; they provoked me to anger with their idols; and I will move them to jealousy with what is no nation; with a senseless nation I will provoke them to anger” (Deuteronomy 32:21). Knowing it, Paul too said: “God chose the foolish things of the world to put the wise to shame” (1 Corinthians 1:27). By “the wise” he means, in a broad sense, all who seem to have advanced in learning but have fallen away into godless polytheism, since “claiming to be wise, they became fools, and exchanged the glory of the incorruptible God for the likeness of an image of corruptible man and birds and four-footed beasts and creeping things” (Romans 1:22–23).
Greek
Μετὰ ταῦτα πάλιν λοιδορεῖται τῷ πρεσβεύοντι χριστιανισμὸν καὶ ἀποφαίνεται μὲν περὶ αὐτοῦ ὡς καταγέλαστα διεξιόντος, οὐκ ἀποδείκνυσι δὲ οὐδὲ ἐναργῶς παρίστησιν ἅ φησιν εἶναι καταγέλαστα. καὶ λοιδορούμενος οὐδένα φρόνιμόν φησι πείθεσθαι τῷ λόγῳ, περισπώμενος ὑπὸ τοῦ πλήθους τῶν προσερχομένων αὐτῷ. ὅμοιον δὲ ποιεῖ καὶ ἐν τούτῳ (τῷ) φάσκοντι διὰ τὸ πλῆθος τῶν κατὰ τοὺς νόμους ἀγομένων ἰδιωτῶν ὅτι φρόνιμος οὐδεὶς, φέρ᾿ εἰπεῖν, Σόλωνι ἢ Λυκούργῳ πείθεται ἢ Ζαλεύκῳ ἤ τινι τῶν λοιπῶν, καὶ μάλιστα ἐὰν φρόνιμον λαμβάνῃ τὸν κατ᾿ ἀρετὴν ποιόν. ὡς γὰρ ἐπὶ τούτων κατὰ τὸ φανὲν αὐτοῖς χρήσιμον οἱ νομοθέται πεποιήκασι τὸ τοιαύτῃ ἀγωγῇ αὐτοὺς περιβαλεῖν καὶ νόμοις, οὕτως νομοθετῶν ἐν τῷ Ἰησοῦ ὁ θεὸς τοῖς πανταχοῦ ἀνθρώποις καὶ τοὺς μὴ φρονίμους ἄγει, ὡς οἷόν τε ἐστὶν ἄγεσθαι τοὺς τοιούτους ἐπὶ τὸ βέλτιον. ὅπερ. ὡς καὶ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν, ἐπιστάμενος ὁ ἐν Μωϋσεῖ θεὸς λέγει τό· „αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ θεῷ. παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ οὐκ ἔθνει, ἐπ᾿ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς,“ εἰδὼς δὲ καὶ ὁ Παῦλος εἶπε· „τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς , ἵνα καταισχύνῃ τοὺς σοφοὺς,“ „σοφοὺς“ κοινότερον λέγων πάντας τοὺς δοκοῦντας προβεβηκέναι μὲν ἐν μαθήμασιν ἀποπεπτωκότας δὲ εἰς τὴν ἄθεον πολυθεότητα· ἐπεὶ „φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.“