Elephants’ piety sneer — BOOK IV CLOSEOUT (chs. 76–98)
Celsus’s odd claim that elephants swear and know God better than we do is answered and dismissed; Book IV closes.
Greek
Ἑξῆς τούτοις ὁ Κέλσος, θέλων μὴ μᾶλλον ἡμῖν τὴν πρόνοιαν πεποιηκέναι τὰ φυόμενα ἐπὶ γῆς ἢ τοῖς τῶν ζῴων ἀγριωτάτοις, φησίν· ἡμεῖς μέν γε κάμνοντες καὶ προσταλαιπωροῦντες μόλις καὶ ἐπιπόνως τρεφόμεθα· τοῖς δ᾿ „ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,“ οὐχ ὁρῶν ὅτι πανταχοῦ τὴν ἀνθρωπίνην σύνεσιν γυμνάζεσθαι βουλόμενος ὁ θεὸς, ἵνα μὴ μένῃ ἀργὴ καὶ ἀνεπινόητος τῶν τεχνῶν, πεποίηκε τὸν ἄνθρωπον ἐπιδεῆ· ἵνα δι᾿ αὐτὸ τὸ ἐπιδεὲς αὐτοῦ ἀναγκασθῇ εὑρεῖν τέχνας, τινὰς μὲν διὰ τὴν τροφὴν ἄλλας δὲ διὰ τὴν σκέπην. καὶ γὰρ κρεῖττον ἦν τοῖς μὴ μέλλουσι τὰ θεῖα ζητεῖν καὶ φιλοσοφεῖν τὸ ἀπορεῖν ὑπὲρ τοῦ τῇ συνέσει χρήσασθαι πρὸς εὕρεσιν τεχνῶν. ἤπερ ἐκ τοῦ εὐπορεῖν πάντῃ τῆς συνέσεως ἀμελεῖν. ἡ τῶν κατὰ τὸν βίον γοῦν χρειῶν ἀπορία συνέστησε τοῦτο μὲν γεωργικὴν τοῦτο δὲ ἀμπελουργικὴν τοῦτο δὲ τὰς περὶ τοὺς κήπους τέχνας τοῦτο δὲ τεκτονικὴν καὶ χαλκευτικὴν, ποιητικὰς ἐργαλείων ταῖς ὑπηρετουμέναις τέχναις τὰ πρὸς τροφήν· ἡ δὲ τῆς σκέπης ἀπορία τοῦτο μὲν ὑφαντικὴν τὴν μετὰ τὴν ξαντικὴν καὶ τὴν νηστικὴν εἰσήγαγε τοῦτο δὲ οἰκοδομικὴν. καὶ οὕτως ἀναβέβηκεν ἡ σύνεσις καὶ ἐπὶ ἀρχιτεκτονικήν. ἡ δὲ τῶν χρειῶν ἔνδεια πεποίηκε καὶ τὰ ἐν ἑτέροις τόποις γεννώμενα φέρεσθαι διὰ ναυτικῆς καὶ κυβερνητικῆς πρὸς τοὺς μὴ ἔχοντας ἐκεῖνα· ὥστε καὶ τούτων ἕνεκεν θαυμάσαι τις ἂν τὴν πρόνοιαν, συμφερόντως παρὰ τὰ ἄλογα ζῷα ἐνδεὲς ποιήσασαν τὸ λογικόν. τὰ μὲν γὰρ ἄλογα ἑτοίμην ἔχει τὴν τροφὴν. ἅτε οὐδ᾿ ἀφορμὴν πρὸς τέχνας ἔχοντα· καὶ φυσικὴν δ᾿ ἔχει τὴν σκέπην. τετρίχωται γὰρ ἢ ἐπτέρωται ἢ πεφολίδωται ἢ ὠστράκωται. καὶ ταῦτα δὲ πρὸς ἀπολογίαν ἡμῖν λελέχθω τῆς φασκούσης λέξεως παρὰ τῷ Κέλσῳ· ἡμεῖς μὲν κάμνοντες καὶ προσταλαιπωροῦντες μόλις τρεφόμεθα· τοῖς δ᾿ „ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται.“
Οὐκ οἶδα δ᾿ ὅπως ὁ Κέλσος καὶ ὅρκου ἐλεφάντων ἤκουσε, καὶ ὅτι εἰσὶν οὗτοι πιστότεροι πρὸς τὸ θεῖον ἡμῶν καὶ γνῶσιν ἔχουσι τοῦ θεοῦ. ἐγὼ γὰρ πολλὰ μὲν καὶ θαυμαστὰ οἶδα περὶ τῆς φύσεως τοῦ ζῴου καὶ τῆς ἡμερότητος ἱστορούμενα. οὐ μὴν καὶ περὶ ὅρκων ἐλέφαντος σύνοιδα εἰρῆσθαι παρά τινι· εἰ μὴ ἄρα τὸ ἥμερον καὶ τὴν ὡσπερεὶ πρὸς ἀνθρώπους αὐτῶν συνθήκην ἅπαξ γενομένων ὑπ᾿ αὐτοῖς εὐορκίαν τηρουμένην ὠνόμασεν, ὅπερ καὶ αὐτὸ ψεῦδός ἐστιν. εἰ γὰρ καὶ σπανίως, ἀλλ᾿ οὖν γε ἱστόρηται ὅτι μετὰ τὴν δοκοῦσαν ἡμερότητα ἐξηγριώθησαν ἐλέφαντες κατὰ τῶν ἀνθρώπων (καὶ φόνους ἐποίησαν) καὶ διὰ τοῦτο κατεδικάσθησαν ἀναιρεθῆναι ὡς οὐκέτι χρήσιμοι. ἐπεὶ δὲ παραλαμβάνει μετὰ ταῦτα εἰς τὸ κατασκευάσαι, ὡς οἴεται, εὐσεβεστέρους εἶναι τοὺς πελαργοὺς τῶν ἀνθρώπων τὰ περὶ τοῦ ζῴου ἱστορούμενα, ἀντιπελαργοῦντος καὶ τροφὰς φέροντος τοῖς γεγεννηκόσι· λεκτέον ὅτι καὶ τοῦτ᾿ οὐκ ἀπὸ θεωρήματος τοῦ περὶ τοῦ καθήκοντος ποιοῦ…
About this text
Origen’s Contra Celsum, Book IV (Greek). Complete on this page: sampled closeout §§1–76.
English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book IV closeout.
Witnesses
- Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book IV closeout samples)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.