Cycles, stars, and a perishable world (chs. 17–32)
Pythagoreans and Platonists who keep the world imperishable still fall into star-cycles; Scripture’s creation and end are not the same story.
Greek
Εἶτα τούτοις ἑξῆς παρακούσας ἤτοι τῶν ἱερῶν γραμμάτων ἢ τῶν μὴ νενοηκότων τὰ ἱερὰ γράμματά φησιν ὑφ᾿ ἡμῶν λέγεσθαι μόνους διαμενεῖν κατὰ τὸν καιρὸν τοῦ ἐπαχθησομένου τῷ κόσμῳ διὰ πυρὸς καθαρσίου οὐ μόνον τοὺς ζῶντας τότε ἀλλὰ καὶ τοὺς πάλαι ποτὲ ἀποθανόντας· οὐχ ὑπολαβὼν μετά τινος ἀποῤῥήτου σοφίας λελέχθαι παρὰ τῷ ἀποστόλῳ τοῦ Ἰησοῦ τό· „οὐ πάντες κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.“ ἐχρῆν δ᾿ αὐτὸν ἐπιστῆσαι, τί νοήσας ὁ λέγων ταῦτα ὡς οὐδαμῶς νεκρὸς χωρίσας ἑαυτὸν ἀπ᾿ ἐκείνων καὶ τοὺς παραπλησίους ἑαυτῷ ἔλεγε μετὰ τὸ „καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι“· „καὶ ἡμεῖς ἀλλαγησόμεθα.“ εἰς δὲ βεβαίωσιν τοῦ τοιαῦτά τινα νενοηκότα τὸν ἀπόστολον γεγραφέναι. ἃ παρεθέμην ἐκ τῆς πρὸς Κορινθίους προτέρας, παραθήσομαι καὶ τὰ ἐκ τῆς πρὸς Θεσσαλονικεῖς προτέρας, ἐν ᾗ φησιν ὁ Παῦλος ὡς ζῶν καὶ ἐγρηγορὼς καὶ ἕτερος ὢν τῶν κοιμηθέντων τοιαῦτα· „τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ.“ εἶτα πάλιν ἑξῆς τούτοις ἄλλους ἐπιστάμενος τοὺς ἐν Χριστῷ νεκροὺς παρ᾿ ἑαυτὸν καὶ τοὺς παραπλησίους αὐτῷ ἐπιφέρει λέγων· „οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα.“
Καὶ διὰ τούτου μανθανέτωσαν οἱ δυνάμενοι τὰ τηλικαῦτα βλέπειν ὅτι πολλῷ δυνατώτερος ὁ λαχὼν τοὺς πρότερον μὴ ἡμαρτηκότας τῶν λοιπῶν ἐστιν· ἐπεὶ δεδύνηται ἀπὸ τῆς πάντων μερίδος ἐπιλέκτους λαβὼν ἀποστῆσαι μὲν αὐτοὺς τῶν ἐπὶ κολάσει παρειληφότων, προσαγαγεῖν δὲ νόμοις καὶ βίῳ συμβαλλομένῳ εἰς ἀμνηστίαν τῶν προημαρτημένων αὐτοῖς. ἀλλ᾿ ὡς προείπομεν, ταῦτα ἡμῖν ἐπικεκρυμμένως λελέχθω. παριστᾶσιν ὧν παρήκουσαν οἱ φήσαντες τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα, κατά τινας ἐπικρατείας διειλημμένα, ταύτῃ διοικεῖσθαι· ἀφ᾿ ων καὶ ὁ Κέλσος (λαβὼν) τὰς ἐκκειμένας εἶπε λέξεις. ἐπεὶ δ᾿ οἱ κινήσαντες „ἀπ᾿ ἀνατολῶν“ δι᾿ ἃ ἥμαρτον παρεδόθησαν „εἰς ἀδόκιμον νοῦν“ καὶ „εἰς πάθη ἀτιμίας“ καὶ „ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν,“ ἵνα κορεσθέντες τῆς ἁμαρτίας μισήσωσιν αὐτὴν, οὐχ ὑποκεισόμεθα τῷ Κέλσου ἀρέσκοντι φάσκοντος διὰ τοὺς νενεμημένους ἐπόπτας τοῖς μέρεσι τῆς γῆς τὰ…
About this text
Origen’s Contra Celsum, Book V (Greek). Complete on this page: sampled closeout §§1–49.
English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book V closeout.
Witnesses
- Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book V closeout samples)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.