Did God not know sinners would kill the Son? — BOOK VI CLOSEOUT (chs. 61–81)
Celsus asks how the all-knowing God did not know he was sending his Son to wicked men who would punish him; Origen answers providence and closes Book VI.
Greek
Εἶτα πάλιν μὴ κατακούσας τοῦ „καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε· καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι“ καὶ οἰηθεὶς ταὐτὸν εἶναι τὸ „κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ“ καὶ τὸ „ἀνεπαύσατο τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ“ φησί· μετὰ τοῦτο μὴν ὥσπερ τις ἀτεχνῶς πονηρὸς χειροτέχνης ἐκκαμὼν καὶ πρὸς ἀνάπαυσιν ἀργίας δεηθείς. οὐδὲ γὰρ οἶδε, τίς ἡ μετὰ τὴν ὅσον ὁ κόσμος συνέστηκεν ἐνεργουμένην κοσμοποιΐαν, ἡ τοῦ σαββάτου καὶ τῆς καταπαύσεως τοῦ θεοῦ ἡμέρα, ἐν ᾗ ἑορτάσουσιν ἅμα τῷ θεῷ οἱ πάντα τὰ ἔργα ἑαυτῶν ταῖς ἓξ ἡμέραις πεποιηκότες καὶ διὰ τὸ μηδὲν παραλελοιπέναι τῶν ἐπιβαλλόντων ἀναβαίνοντες ἐπὶ τὴν θεωρίαν καὶ τὴν ἐν αὐτῇ τῶν δικαίων καὶ μακαρίων πανήγυριν. εἶτα ὡς ἤτοι τῶν γραφῶν οὕτω λεγουσῶν ἢ καὶ ἡμῶν αὐτῶν οὕτως διηγουμένων περὶ θεοῦ, ὅτι καμὼν ἀνεπαύσατο, φησὶν ὅτι οὐ θέμις τὸν πρῶτον θεὸν κάμνειν οὔτε χειρουργεῖν οὔτε κελεύειν. ὁ μὲν οὖν Κέλσος φησὶν ὅτι οὐ θέμις τὸν πρῶτον θεὸν κάμνειν· ἡμεῖς δὲ εἴποιμεν ἂν ὅτι οὐδ᾿ ὁ θεὸς λόγος κάμνει οὐδ᾿ ὅσοι τῆς κρείττονος ἤδη καὶ θειοτέρας τάξεως ἔχονται· τὸ γὰρ κάμνειν ἐστὶ τῶν ἐν σώματι. ζητήσεις δὲ, πότερον ἢ τῶν ἐν οἱῳποτοῦν σώματι ἢ τῶν ἐν τῷ γηΐνῳ καὶ ὀλίγον τούτου βελτίονι. ἀλλ᾿ οὐδὲ θέμις τὸν πρῶτον θεὸν χειρουργεῖν· ἐὰν δὲ κυρίως ἀκούῃς τοῦ χειρουργεῖν, οὐδὲ τὸν δεύτερον οὐδ᾿ ἄλλο τι τῶν θειοτέρων. ἀλλ᾿ ἔστω καταχρηστικῶς λέγεσθαι τὸ χειρουργεῖν ἢ τροπικῶς, ἵνα διηγησώμεθα καὶ τὸ „ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα“ καὶ „αἱ χεῖρες αὐτοῦ ἔστησαν τὸν οὐρανὸν“ καὶ εἴ τι τούτοις εἴρηται παραπλησίως, τροπολογούντων ἡμῶν χεῖρας καὶ μέλη τοῦ θεοῦ· τί οὖν ἄτοπον οὕτω χειρουργεῖν θεόν; ὡς οὐκ ἄτοπον δὲ οὕτω χειρουργεῖν θεὸν, οὕτως οὐδὲ τὸ κελεύειν αὐτὸν, ἵνα καλὰ καὶ ἐπαινετὰ ᾖ τὰ ὑπὸ τοῦ κελευομένου ἐπιτελούμενα τῷ θεὸν εἶναι τὸν κεκελευκότα περὶ αὐτῶν.
Οὐκ οἶδα δ᾿ ὅπως φησὶ περὶ τοῦ θεοῦ ὅτι ὁ πάντα εἰδὼς τοῦτο οὐκ ἠπίστατο, ὅτι κακοῖς ἀνθρώποις καὶ ἁμαρτησομένοις καὶ κολάσουσιν αὐτοῦ τὸν υἱὸν πέμπει. ἀλλ᾿ ἔοικε νῦν μὲν ἑκὼν ἐπιλελῆσθαι τοῦ φάσκοντος λόγου πάντα, ἃ πείσεται Ἰησοῦς ὁ Χριστὸς, προεωρακέναι θείῳ πνεύματι, καὶ πεπροφητευκέναι τοὺς τοῦ θεοῦ προφήτας· οἷς οὐχ ἕπεται τὸ μὴ ἐγνωκέναι τὸν θεὸν ὅτι κακοῖς καὶ ἁμαρτησομένοις ἀνθρώποις πέμπει τὸν υἱὸν καὶ κολάσουσιν αὐτόν. εὐθέως δὲ λέγει τὸ πάλαι ταῦτα προειρῆσθαι ἐν ἀπολογίᾳ ὑφ᾿ ἡμῶν λέγεσθαι. ἀλλ᾿ ἐπεὶ αὐτάρκη περιγραφὴν εἴληφεν ὁ ἕκτος ἡμῶν τόμος, αὐτοῦ που καταπαύσαντες τὸν λόγον ἀρξόμεθα θεοῦ διδόντος ἑβδόμου· ἐν ᾧ ἀπαντᾶν νομίζει πρὸς τὸ ὑφ᾿ ἡμῶν λέγεσθαι τοὺς προφήτας πάντα τὰ περὶ τοῦ Ἰησοῦ προειρηκέναι. ἅπερ ἐπεὶ πλείονά ἐστι καὶ πλείονος λόγου δεῖται τοῦ πρὸς αὐτὰ, οὔτε διακόψαι ἐβουλήθημεν ὑπὸ τοῦ μεγέθους ἀναγκαζόμενοι τοῦ βιβλίου οὔτε ὑπὲρ τοῦ μὴ διακόψαι τὸν λόγον μ…
About this text
Origen’s Contra Celsum, Book VI (Greek). Complete on this page: sampled closeout §§1–61.
English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book VI closeout.
Witnesses
- Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book VI closeout samples)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.