Prophets and the Christ of Jesus (chs. 1–18)
After six books, Book VII faces Celsus’s attack on the claim that Jewish prophets foretold the things about Christ Jesus.
Greek
Ἐν ἓξ τοῖς πρὸ τούτων. ἱερὲ ἀδελφὲ Ἀμβρόσιε, ἀγωνισάμενοι κατὰ τὸ δυνατὸν ἡμῖν βιβλίοις πρὸς τὰς Κέλσου (κατὰ) Χριστιανῶν κατηγορίας καὶ μηδὲν ὅση δύναμις ἀβασάνιστον καὶ ἀνεξέταστον ἐάσαντες μηδὲ παρελθόντες, πρὸς ὃ ὡς οἷόν τε ἡμῖν ἀπηντήσαμεν. θεὸν ἐπικαλεσάμενοι δι᾿ αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ κατηγορουμένου ὑπὸ Κέλσου, ἵν᾿ ἡμῶν ἐλλάμψῃ ἐν τῇ καρδίᾳ ἀλήθεια τυγχάνων τὰ ἀνατρεπτικὰ τοῦ ψεύδους, ἀρχόμεθα καὶ ἑβδόμου συγγράμματος, τὸ προφητικὸν ἐκεῖνο ἐν τῇ πρὸς θεὸν λέγοντες εὐχῇ τό· „ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτοὺς,“ δῆλον δ᾿ ὅτι τοὺς ἐναντίους „τῇ ἀληθείᾳ“ λόγους· οὗτοι γὰρ ἀληθείᾳ θεοῦ ἐξολοθρεύονται, ἵν᾿ ἐξολοθρευθέντων αὐτῶν οἱ πάντες περισπασμοῦ ἀπολυθέντες εἴπωσι τὸ ἑξῆς ἐκείνῳ τό· „ἑκουσίως θύσω σοι,“ λογικὴν καὶ ἄκαπνον θυσίαν προσφέροντες τῷ θεῷ τῶν ὅλων.
Ἑξῆς δὲ τούτοις τοιαῦτά φησιν ὁ Κέλσος· ἐκεῖνο δ᾿ οὐκ ἐνθυμηθήσονται πάλιν; εἰ προεῖπον οἱ τοῦ Ἰουδαίων θεοῦ προφῆται τοῦτον ἐκείνου παῖδα ἐσόμενον, πῶς ἐκεῖνος μὲν διὰ Μωϋσέως νομοθετεῖ πλουτεῖν καὶ δυναστεύειν καὶ καταπιμπλάναι τὴν γῆν καὶ καταφονεύειν τοὺς πολεμίους ἡβηδὸν καὶ παγγενεὶ κτείνειν, ὅπερ καὶ αὐτὸς ἐν ὀφθαλμοῖς τῶν Ἰουδαίων, ὥς φησι Μωϋσῆς, ποιεῖ, καὶ πρὸς ταῦτα, ἂν μὴ πείθωνται, διαῤῥήδην αὐτοὺς τὰ τῶν πολεμίων δράσειν ἀπειλεῖ, ὁ δ᾿ υἱὸς ἄρα αὐτοῦ, ὁ „Ναζωραῖος“ ἄνθρωπος. ἀντινομοθετεῖ μηδὲ παριτητὸν εἶναι πρὸς τὸν πατέρα τῷ πλουτοῦντι ἢ φιλαρχιῶντι ἢ σοφίας ἢ δόξης ἀντιποιουμένῳ, δεῖν δὲ σίτων μὲν καὶ ταμείου μὴ μᾶλλόν τι φροντίζειν ἢ „τοὺς κόρακας,“ ἐσθῆτος δὲ ἧττον ἢ „τὰ κρίνα,“ τῷ δ᾿ ἅπαξ τυπτήσαντι παρέχειν καὶ αὖθις τύπτειν; πότερον Μωϋσῆς ἢ Ἰησοῦς ψεύδεται; ἢ ὁ πατὴρ τοῦτον πέμπων ἐπελάθετο, τίνα Μω(??)σεῖ διετάξατο; ἢ καταγνοὺς τῶν ἰδίων νόμων μετέγνω καὶ τὸν ἄγγε…
About this text
Origen’s Contra Celsum, Book VII (Greek). Complete on this page: sampled closeout §§1–53.
English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book VII closeout.
Witnesses
- Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book VII closeout samples)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.