Glory, food and clothing in the law and the Gospel
Again, we say that laying claim to glory from men is forbidden not by the teaching of Jesus alone but also by the old Scripture. One of the prophets, at any rate, calling down a curse on himself if he should be guilty of those sins, says that worldly glory too would come upon him as the greatest of evils. He speaks thus: “O Lord my God, if I have done this, if there is injustice in my hands, if I have repaid with evil those who repaid me, then may I fall away empty before my enemies; may the enemy pursue my soul and overtake it, and trample my life into the ground, and make my glory dwell in the dust” (Psalm 7:3–5).
Nor, again, are these sayings contrary to the blessings in the Law, which teach that the righteous man eats and is filled (compare Leviticus 26:5; Deuteronomy 11:15): “Do not be anxious about what you will eat or what you will drink. Consider the birds of the air,” or, “Consider the ravens: they neither sow nor reap, and our heavenly Father feeds them. How much more do you surpass the birds?” (Matthew 6:25–26; Luke 12:24), and “Why are you anxious about clothing? Consider the lilies of the field” (Matthew 6:28), and what follows. Nor are they contrary to what Solomon said in these words: “A righteous man eats and fills his soul, but the souls of the ungodly are in want” (Proverbs 13:25).
For we must see that the blessing in the Law makes known the food of the soul, with which it is not the composite man that is filled, but the soul alone. From the Gospel, however, we should perhaps take something deeper, and perhaps also something simpler: that one must not let the soul be distracted by cares about food and clothing, but, practising plain living, be confident of being provided for by God, if one takes thought only for what is necessary.
Greek
Πάλιν τε αὖ τὸ δόξης ἀντιποιεῖσθαι τῆς παρ᾿ ἀνθρώποις οὐ κατὰ τὴν Ἰησοῦ μόνου διδασκαλίαν κωλύεσθαί φαμεν ἀλλὰ καὶ κατὰ τὴν παλαιὰν γραφήν. ἐπαρώμενος γοῦν ἑαυτῷ τις τῶν προφητῶν, εἰ ἔνοχος εἴη τοῖς ἁμαρτήμασι, φησὶν ἀντὶ μεγίστου κακοῦ συμβῆναι ἂν αὐτῷ καὶ τὴν βιωτικὴν δόξαν. λέγει δὲ οὕτως· „κύριε, ὁ θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι.“ ἀλλ᾿ οὐδὲ τὸ „μὴ μεριμνᾶτε τί φάγητε ἢ τί πίητε. κατανοήσατε τὰ πετεινὰ τοῦ οὐρανοῦ ἢ κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσι, καὶ ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος τρέφει αὐτά, πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;“ καὶ „περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ“ καὶ τὰ ἑξῆς ἐναντία ἐστὶ ταῖς ἐν τῷ νόμῳ εὐλογίαις. διδασκούσαις τὸν δίκαιον ἐσθίοντα πληροῦσθαι, καὶ τῷ ὑπὸ τοῦ Σολομῶντος τοῦτον εἰρημένῳ τὸν τρόπον· „δίκαιος ἐσθίων ἐμπίπλησι ψυχὴν, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.“ χρὴ γὰρ ὁρᾶν τὴν τῆς ψυχῆς τροφὴν δηλουμένην ἐν τῇ κατὰ τὸν νόμον εὐλογίᾳ· ἧς οὐχ ὁ σύνθετος πληροῦται ἄνθρωπος ἀλλ᾿ ἡ ψυχὴ μόνη. ἀπὸ δὲ τοῦ εὐαγγελίου λαμβάνειν δεῖ τάχα μέν τι καὶ βαθύτερον τάχα δέ τι καὶ ἁπλούστερον, ὅτι χρὴ μὴ ξενίζεσθαι ταῖς περὶ τῶν τροφῶν καὶ ἐνδυμάτων τὴν ψυχὴν φροντίσιν, ἀλλ᾿ εὐτέλειαν ἀσκοῦντα πεπεῖσθαι ἀπὸ τοῦ θεοῦ προνοεῖσθαι, εἰ μόνων τις τῶν ἀναγκαίων φροντίζοι.