Powers allotted under the greatest God — BOOK VII CLOSEOUT (chs. 53–70)
Celsus’s scheme of powers allotted by the greatest God over each work needs deeper science than he offers; Book VII closes on that unfinished claim.
Greek
Μετὰ ταῦτα τοίνυν, πρὸς ἃ κατὰ δύναμιν ἀπηντήσαμεν, φησὶ πρὸς ἡμᾶς· πόσῳ δ᾿ ἦν ὑμῖν ἄμεινον, ἐπειδή γε καινοτομῆσαί τι ἐπεθυμήσατε, περὶ ἄλλον τινὰ τῶν γενναίως ἀποθανόντων καὶ θεῖον μῦθον δέξασθαι δυναμένων σπουδάσαι; φέρε, εἰ μὴ ἤρεσκεν Ἡρακλῆς καὶ Ἀσκληπιὸς καὶ οἱ πάλαι δεδοξασμένοι, Ὀρφέα εἴχετε, ἄνδρα ὁμολογουμένως ὁσίῳ χρησάμενον πνεύματι καὶ αὐτὸν βιαίως ἀποθανόντα. ἀλλ᾿ ἴσως ὑπ᾿ ἄλλων προείληπτο. Ἀνάξαρχον γοῦν. ὃς εἰς ὅλμον ἐμβληθεὶς καὶ παρανομώτατα συντριβόμενος εὖ μάλα κατεφρόνει τῆς κολάσεως λέγων· „πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον, αὐτὸν γὰρ οὐ πτίσσεις“· θείου τινὸς ὡς ἀληθῶς πνεύματος ἡ φωνή. ἀλλὰ καὶ τούτῳ φθάσαντές τινες ἠκολούθησαν φυσικοί, οὐκοῦν Ἐπίκτητον; ὃς τοῦ δεσπότου στρεβλοῦντος αὐτοῦ τὸ σκέλος ὑπομειδιῶν ἀνεκπλήκτως ἔλεγε· „κατάσσεις,“ καὶ κατάξαντος „οὐκ ἔλεγον,“ εἶπεν, „ὅτι κατάσσεις;“ τί τοιοῦτον ὁ ὑμέτερος θεὸς κολαζόμενος ἐφθέγξατο; ὑμεῖς δὲ κἂν Σίβυλλαν. ᾗ χρῶνταί τινες ὑμῶν, εἰκότως αν μᾶλλον προεστήσασθε ὡς τοῦ θεοῦ παῖδα· νῦν δὲ παρεγγράφειν μὲν εἰς τὰ ἐκείνης πολλὰ καὶ βλάσφημα εἰκῇ δύνασθε, τὸν δὲ βίῳ μὲν ἐπιῤῥητοτάτῳ θανάτῳ δὲ οἰκτίστῳ χρησάμενον θεὸν τίθεσθε. πόσῳ τοῦδε ἐπιτηδειότερος ἦν ὑμῖν Ἰωνᾶς „ἐπὶ τῇ κολοκύντῃ“ ἢ Δανιὴλ ὁ ἐκ τῶν θηρίων ἢ οἱ τῶνδε ἔτι τερατωδέστεροι;
Δεῖται δὲ καὶ εἰς τὸ τέτακται δὲ ἐφ᾿ ἑκάστῳ δύναμιν λαχὼν τοῦ μεγίστου θεοῦ ὅστις ἠξίωται οὑτινοσοῦν ἔργου πάνυ βαθυτέρας ἐπιστήμης καὶ δυναμένης παραστῆσαι. πότερόν ποτε ὡς οἱ δήμιοι ἐν ταῖς πόλεσι καὶ οἱ τεταγμένοι ἐπὶ τῶν σκυθρωπῶν μὲν ἀναγκαίων δὲ ἐν ταῖς πολιτείαις πραγμάτων οὕτως εἰσὶ τεταγμένοι μοχθηροὶ δαίμονες ἐπί τινων ὑπὸ τοῦ διοικοῦντος τὰ ὅλα λόγου θεοῦ, ἢ ὥσπερ οἱ ἐν ταῖς ἐρημίαις λῃστεύοντες καὶ ἕνα τινὰ προστησάμενοι ἄρχειν αὐτῶν οὕτως οἱ δαίμονες οἱονεὶ κατὰ τόπους τῆς γῆς συστήματα γενόμενοι ἄρχοντά τινα ἑαυτοῖς πεποιήκασι, τὸν ἡγησόμενον αὐτῶν εἰς τὰς πράξεις, ἃς εἵλαντο ὑπὲρ τοῦ κλέπτειν καὶ λῃστεύειν ἀνθρώπων ψυχάς. χρεία δὲ τῷ μέλλοντι εἰς ταῦτα λέγειν καλῶς. ἵνα περὶ Χριστιανῶν ἀπολογήσηται, ἐκτρεπομένων ἄλλο τι σέβειν παρὰ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τὸν πρωτότοκον „πάσης κτίσεως“ λόγον αὐτοῦ. διηγήσασθαι καὶ τὸ „πάντες, ὅσοι ἦλθον πρὸ ἐμοῦ. κλέπται εἰσὶ καὶ λῃσταὶ. καὶ…
About this text
Origen’s Contra Celsum, Book VII (Greek). Complete on this page: sampled closeout §§1–53.
English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book VII closeout.
Witnesses
- Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book VII closeout samples)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.