Contra Celsum, Book VIII · §19

Demons are not “of God” for worship (chs. 19–36)

Celsus says demons are God’s and so must be trusted and sacrificed to by law; we refuse that leap — being creatures does not make them objects of cult.

Greek

Εἰ δὲ καὶ ναοὺς ναοῖς δεῖ παραβαλεῖν, ἵνα παραστήσωμεν τοῖς ἀποδεχομένοις τὰ Κέλσου ὅτι νεὼς μὲν ἱδρύεσθαι τοὺς πρέποντας τοῖς εἰρημένοις ἀγάλμασι καὶ βωμοῖς οὐ φεύγομεν, ἐκτρεπόμεθα δὲ τῷ πάσης ζωῆς χορηγῷ ἀψύχους καὶ νεκροὺς οἰκοδομεῖν νεώς· ἀκουέτω ὁ βουλόμενος, τίνα τρόπον διδασκόμεθα ὅτι τὰ σώματα ἡμῶν „ναὸς τοῦ θεοῦ“ ἐστι, καὶ „εἴ τις“ διὰ τῆς ἀκολασίας ἢ τῆς ἁμαρτίας „φθείρει“ „τὸν ναὸν τοῦ θεοῦ,“ οὗτος ὡς ἀληθῶς ἀσεβὴς εἰς τὸν ἀληθῆ ναὸν φθαρήσεται. πάντων δὲ τῶν οὕτως ὀνομαζομένων ναῶν κρείττων ἦν καὶ διαφέρων νεὼς τὸ ἱερὸν καὶ καθαρὸν σῶμα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ὅστις ἐπιστάμενος ἐπιβουλεύεσθαι μὲν δύνασθαι ὑπὸ τῶν ἀσεβῶν τὸν ναὸν τοῦ ἐν αὐτῷ θεοῦ, οὐ μὴν ὥστε ἰσχυροτέραν εἶναι τὴν τῶν ἐπιβουλευόντων προαίρεσιν τῆς τὸν νεὼν οἰκοδομούσης θειότητος, φησὶ πρὸς ἐκείνους· „λύσατε τὸν ναὸν τοῦτον, κἀγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.“ τοῦτο δὲ „ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.“ καὶ ἄλλως δὲ οἱ θεῖοι λόγοι τὰ περὶ ἀναστάσεως μυστικῶς διδάσκοντες τοὺς δυναμένους ἀκούειν θειοτέρᾳ ἀκοῇ λόγων θεοῦ, ἀνοικοδομηθήσεσθαί (φασι) λίθοις ζῶσι καὶ τιμιωτάτοις· αἰνιττόμενοι ὅτι ἕκαστος τῶν συμπνεόντων διὰ τοῦ αὐτοῦ λόγου εἰς τὴν κατ᾿ αὐτὸν εὐσέβειαν λίθος ἐστὶ τίμιος τοῦ παντὸς ναοῦ τοῦ θεοῦ. καθὸ ὑπὸ μὲν τοῦ Πέτρου λέγεται· „ὑμεῖς δὲ οἰκοδομεῖσθε λίθοι ζῶντες καὶ οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ,“ ὑπὸ δὲ τοῦ Παύλου τό· „οἰκοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. ὄντος ἀκρογωνιαίου λίθου αὐτοῦ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.“ τοιοῦτον δέ τινα μυστικὸν ἔχει νοῦν καὶ ἡ ἐν τῷ Ἡσαΐᾳ λέξις. οὕτως ἔχουσα καὶ λεγομένη ὡς πρὸς τὴν Ἱερουσαλήμ· „ἰδοὺ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ· καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου, καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ.“

Ἀλλ᾿ οὐχ, ὡς οἴεται Κέλσος, βλάπτουσιν οἱ ἀληθῶς σατράπαι καὶ ὕπαρχοι καὶ στρατηγοὶ καὶ ἐπίτροποι τοῦ θεοῦ ἄγγελοι τοὺς ὑβρίζοντας· εἰ δέ τινες βλάπτουσι δαίμονες, οὓς ἐφαντάσθη καὶ ὁ Κέλσος. βλάπτουσιν ὡς φαῦλοι καὶ μηδεμίαν σατραπείαν ἢ στρατηγίαν ἢ ἐπιτροπὴν τοῦ θεοῦ ἐγκεχειρισμένοι, καὶ βλάπτουσι τοὺς ὑποκειμένους αὐτοῖς καὶ ὑποτάξαντας ἑαυτοὺς ὡς δεσπόταις ἐκείνοις. τάχα γὰρ καὶ διὰ τοῦτο οἱ καθ᾿ ἕκαστον τόπον εἰς τὰ νενομισμένα βρώματα μὴ δεῖν ἐσθίεσθαι παρανομοῦντες, εἰ μὲν τῶν ὑπὸ τοὺς δαίμονας εἶεν ἐκείνους, βλάπτονται· εἰ δέ τινες τῶν οὐχ ὑπ᾿ ἐκείνους οὐδὲ αὑτοὺς ὑποτάξαντες τῷ τοῦ τόπου δαιμονίῳ, ἐλεύθεροι ἀπὸ τοῦ ὑπ᾿ ἐκείνων παθεῖν, μακρὰν χαίρειν εἰπόντες τοῖς τοιοισδὶ δαιμονίοις, ἄλλοις διὰ τὴν περὶ ἄλλα ἄγνοιαν ἑαυτοὺς ὑποτάξαντες, ὑπ᾿ ἐκείνων πάσχειν δύνανται, ἀλλ᾿ οὐ Χριστιανὸς, ὁ ἀληθῶς Χριστιανὸς καὶ ὑποτάξας ἑαυτὸν μόνῳ τῷ θεῷ καὶ τῷ λόγῳ αὐτοῦ, πάθοι τι ἂν ὑπὸ τῶν δα…

About this text

Origen’s Contra Celsum, Book VIII (Greek). Complete on this page: sampled closeout §§1–56.

English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book VIII closeout.

Witnesses

  • Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book VIII closeout samples)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.