Contra Celsum, Book VIII · §56

Rule the fatherland — SERIES path to CLOSEOUT (chs. 56–75)

Celsus urges us to rule the fatherland for the laws’ salvation; we answer that in each city we have another fatherland-system — the church — and serve the common good without idolatrous office. BOOK VIII CLOSEOUT.

Greek

Κἂν τῷ ἑαυτοῦ οὖν λόγῳ πασσυδὶ ἡμᾶς ἀποπέμπῃ τοῦ βίου ὁ Κέλσος, ἵν᾿, ὡς νομίζει, ἐρημωθῇ πάμπαν ἐπὶ γῆς τὸ τοιοῦτον ἡμῶν γένος, ἀλλ᾿ ἡμεῖς ἐν τοῖς τοῦ κτίσαντος ἡμᾶς κατὰ τοὺς τοῦ θεοῦ βιώσομεν νόμους, οὐδαμῶς δουλεύειν θέλοντες τοῖς τῆς ἁμαρτίας νόμοις. καὶ γυναῖκας. ἐὰν βουλώμεθα, ἀξόμεθα καὶ παῖδας διδομένους ἡμῖν ἐν τοῖς γάμοις ἡμῶν ληψόμεθα. ἐὰν δὲ δέῃ, καὶ τῶν ἐν τῷ βίῳ μεθέξομεν, ἀνεχόμενοι τῶν ἐπιτεταγμένων κακῶν· ὡς πειρασμῶν τῆς ψυχῆς. οὕτως γὰρ ἔθος τοῖς θείοις ὀνομάζειν λόγοις τὰ συμβαίνοντα ἐν ἀνθρώποις· ἐν οἷς ὡς χρυσὸς ἐν πυρὶ ἡ τοῦ ἀνθρώπου βασανιζομένη ψυχὴ ἤτοι ἐλέγχεται ἢ θαυμαστὴ εἶναι ἀναφαίνεται. καὶ οὕτως γε πρὸς ἃ λέγει κακὰ Κέλσος παρεσκευάσμεθα, ὥστε καὶ λέγειν ἡμᾶς· „δοκίμασόν με. κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.“ καὶ γὰρ οὐδεὶς „στεφανοῦται, ἐὰν μὴ νομίμως“ ἐνταῦθα καὶ ἐπὶ γῆς μετὰ σώματος τοῦ „τῆς ταπεινώσεως“ „ἀθλήσῃ.“ πρὸς δὲ τούτοις οὐδὲ ἀποδίδομεν τὰς νομιζομένας προσήκειν τιμὰς οἷς λέγει Κέλσος τὰ τῇδε ἐπιτετράφθαι. „κύριον“ γὰρ „τὸν θεὸν“ ἡμῶν προσκυνοῦμεν „καὶ αὐτῷ μόνῳ“ λατρεύομεν, εὐχόμενοι μιμηταὶ Χριστοῦ γίνεσθαι. ὃς τῷ εἰπόντι αὐτῷ διαβόλῳ· „ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι“ εἶπε τό· „κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.“ καὶ διὸ τοῦτό γε τὰς νομιζομένας προσήκειν τιμὰς οἷς φησι Κέλσος τὰ τῇδε ἐπιτετράφθαι οὐκ ἀποδίδομεν, ἐπεὶ „οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν“ καὶ οὐ δυνάμεθα ἅμα „θεῷ δουλεύειν καὶ μαμωνᾷ,“ εἴθ᾿ ὅ τι ποτὲ ἓν ἢ πλείονα καλουμένῳ. ἀλλὰ καὶ εἰ „διὰ τῆς παραβάσεως τοῦ νόμου“ ἀτιμάζει τις τὸν νομοθετοῦντα, σαφὲς ἡμῖν φαίνεται ὅτι δύο νόμων ἐναντιότητα πρὸς ἀλλήλους ἐχόντων. τοῦ νόμου τοῦ θεοῦ καὶ τοῦ νόμου τοῦ μαμωνᾶ. αἱρετώτερον ἡμᾶς „διὰ τῆς παραβάσεως τοῦ νόμου“ τοῦ μαμωνᾶ τὸν μαμωνᾶν ἀτιμάζειν, ἵνα διὰ τῆς τηρήσεως τοῦ νόμου τοῦ θεοῦ τὸν θεὸν τιμήσωμεν, ἢ „διὰ τῆς παραβάσεως τοῦ νόμου“ τοῦ θεοῦ τὸν θεὸν ἀτιμάζειν, ἵνα τηρήσει τοῦ νόμου τοῦ μαμωνᾶ τὸν μαμωνᾶν τιμήσωμεν.

Προτρέπει δ᾿ ἡμᾶς Κέλσος καὶ ἐπὶ τὸ ἄρχειν τῆς πατρίδος, ἐὰν δέῃ καὶ τοῦτο ποιεῖν ἕνεκεν σωτηρίας νόμων καὶ εὐσεβείας. ἡμεῖς δὲ ἐν ἑκάστῃ πόλει ἄλλο σύστημα πατρίδος κτισθὲν λόγῳ θεοῦ ἐπιστάμενοι τοὺς δυνατοὺς λόγῳ καὶ βίῳ ὑγιεῖ χρωμένους ἄρχειν ἐπὶ τὸ ἄρχειν ἐκκλησιῶν παρακαλοῦμεν; οὐκ ἀποδεχόμενοι μὲν τοὺς φιλάρχους βιαζόμενοι δὲ τοὺς διὰ πολλὴν μετριότητα τὴν κοινὴν φροντίδα τῆς ἐκκλησίας τοῦ θεοῦ μὴ βουλομένους προπετῶς ἀναδέξασθαι· καὶ οἱ καλῶς ἄρχοντες ἡμῶν βιασθέντες ὑπάρχουσι. τοῦ μεγάλου βασιλέως ἀναγκάζοντος, ὃν πεπείσμεθα εἶναι υἱὸν θεοῦ λόγον θεόν. καὶ εἰ ἄρχουσιν οἱ καλῶς ἄρχοντες ἐν τῇ ἐκκλησίᾳ τῆς κατὰ θεὸν πατρίδος (λέγω δὲ τῆς ἐκκλησίας), λεγόμενοι ἢ (βιαζόμενοι) , καὶ ἄρχουσι κατὰ τὰ ὑπὸ τοῦ θεοῦ προστεταγμένα, οὐδὲν παρὰ τοῦτο μολύνοντες τῶν θετῶν νόμων. καὶ οὐ φεύγοντές γε τὰς κοινοτέρας τοῦ βίου λειτουργίας Χριστιανοὶ τὰ τοιαῦτα περιΐστανται ἀλλὰ τηροῦντες ἑαυτοὺς θε…

About this text

Origen’s Contra Celsum, Book VIII (Greek). Complete on this page: sampled closeout §§1–56.

English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book VIII closeout.

Witnesses

  • Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book VIII closeout samples)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.