Boast in tribulation; more than conquerors
It is fitting to boast in tribulation that does not separate us from God’s love — yet Paul and the apostles are higher still: in all these things we more than conquer through him who loved us. Neither death nor life nor angels can separate us from the love of God in Christ Jesus.
Greek
Καὶ ἀληθῶς ἄξιον μὲν ἡμᾶς σεμνύνεσθαι ἐπὶ θλίψει μὴ χωριζούσῃ ἢ τοῖς ἑξῆς αὐτῇ κατειλεγμένοις, οὐχὶ δὲ Παῦλον καὶ τοὺς ἀποστόλους. καὶ εἴ τις ἐκείνοις γέγονε παραπλήσιος, διὰ τὸ πάνυ ὑπεράνω τῶν τοιούτων εἶναι λέγοντα τό· „ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς·“ ὅπερ μεῖζόν ἐστι τοῦ νικᾶν. εἰ δὲ δεῖ καὶ ἀποστόλους σεμνύνεσθαι. μὴ χωριζομένους „ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν“, σεμνύνοιντο ἂν, „ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ“ οὔτε τι τῶν ἑξῆς δύναται αὐτοὺς „χωρίσαι (ἀπὸ) τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν“. τοίνυν οὐ συνήδομαι τῷ πιστεύσαντι εἰς Χριστὸν, ὡς δύνασθαι σαλευθῆναι αὐτοῦ τὴν πίστιν ὑπὸ Κέλσου, τοῦ οὐδὲ κοινοτέραν ζωὴν ζῶντος ἐν ἀνθρώποις ἔτι ἀλλ᾿ ἤδη καὶ πάλαι νεκροῦ, ἤ τινος πιθανότητος λόγου. οὐκ οἶδα δ᾿ ἐν ποίῳ τάγματι λογίσασθαι χρὴ τὸν δεόμενον λόγων πρὸς τὰ Κέλσου κατὰ Χριστιανῶν ἐγκλήματα ἐν βίβλοις ἀναγραφομένων. ἀποκαθιστάντων αὐτὸν ἀπὸ τοῦ κατὰ τὴν πίστιν σεισμοῦ ἐπὶ τὸ στῆναι ἐν αὐτῇ. ὅμως δ᾿ ἐπεὶ ἐν τῷ πλήθει τῶν πιστεύειν νομιζομένων εὑρεθεῖεν ἄν τινες τοιοῦτοι, ὡς σαλεύεσθαι μὲν καὶ ἀνατρέπεσθαι ὑπὸ τῶν Κέλσου γραμμάτων θεραπεύεσθαι δὲ ἀπὸ τῆς πρὸς αὐτὰ ἀπολογίας, ἐὰν ἔχῃ χαρακτῆρά τινα καθαιρετικὸν τῶν Κέλσου καὶ τῆς ἀληθείας παραστατικὸν τὰ λεγόμενα, ἐλογισάμεθα πεισθῆναί σου τῇ προστάξει καὶ ὑπαγορεῦσαι πρὸς ὃ ἔπεμψας ἡμῖν σύγγραμμα· ὅπερ οὐκ οἶμαί τινα τῶν ἐν φιλοσοφίᾳ κἂν ἐπ᾿ ὀλίγον προκοψάντων συγκαταθέσθαι εἶναι λόγον ἀληθῆ, ὡς ἐπέγραψεν ὁ Κέλσος.
About this text
Origen’s Contra Celsum Preface (Greek). Complete on this page: §§2–6.
English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Preface §§2–6 (closeout).
Witnesses
- Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Preface §§2–6)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.