Fragments on Ephesians · §u05-rem-close

Unit 5 rem close

Rem CLOSEOUT: Unit 5 CLOSEOUT.

Greek

μενοι ἀλλήλοις,» ἰσοδυναμοῦν οἰήσεται λέγεσθαι τ<ῷ> χαριζόμενοι ἀλλήλοις μάλιστα διὰ τὸ καθὼς ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν, καὶ ἐνέγ<ξ>ει ταῦτα ἐπὶ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, λέγων δεῖν ἡμᾶς ἀφιέναι τοῖ εἰ ἡμᾶ ἁμαρτά νου ιν, ὡ καὶ ἡμῖν ἀφῆκε τὰ ἁμαρτήματα ὁ Θεός. πῶς δὲ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ἡμῖν τὰ ἁμαρτήματα; ἢ ὅτι ἐν Χριστῷ ὢν ὁ πατὴρ ἀφῆκεν ἡμῖν τὰ παραπτώματα; ἐν Χριστῷ δὲ ἐχαρίσατο ἡμῖν καὶ τὰ ἀγαθά, εἴ γε ἐν Χριστῷ σοφία ἐστὶν ἣν ἐχαρίσατο ἡμῖν καὶ ἀλήθεια καὶ δικαιοσύνη. 24 Eph. v3, 4 [πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.] [Ὠριγένης δέ φησιν] ἡ μὲν πρὸς πόρνην κοινωνία κατὰ τὸ ἔθος τῆς γραφῆς πορνεία ὀνομάζεται· πᾶσα δὲ ἡ κατὰ τὸν τόπον τῶν σαρκικῶν γαργαλισμῶν ἁμαρτία, οὐ μόνον κατὰ τὰς μοιχείας καὶ παιδοφθορίας ἀλλὰ καὶ κατὰ τὰ ἄλλα ὅσα ἐπενόησεν ἡ ἀνθρωπίνη ἀκολασία ἐν διαφόροις καὶ παντοδαπαῖς παρατριβαῖς, ἀκαθαρσία γενικῶς ὠνόμασται. τὴν πλεονεξίαν δὲ ἤτοι ἁπλούστερον ἐκδεκτέον, ἤ, ὡς ἐν ἄλλοις παρεστήσαμεν, τὴν μοιχείαν, ὅτε καὶ ἐχρησάμεθα τῷ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἕκα τον τὸν ἀδελφὸν αὐτοῦ. πᾶσαν δὲ τὴν ἀκαθαρσίαν δεῖ φυλάξασθαι, ἐπεὶ τοῦτο πρέπει ἁγίοις. αἰσχρότης δέ τις ἔστι καθ' ἕκαστον εἶδος ἀκολασίας· καὶ ὁμοίως γε αἰσχρότης ἐστὶ καὶ ἀκαθαρσία· ἐμφαίνει γὰρ καὶ τὸ ἀκάθαρτον καὶ τὸ αἰσχρὸν ἑκάστη πρᾶξις ἡ κατὰ τὸν τόπον τῆς εἰς τὸ ἀποκρίνειν ἐνεργείας· ταῦτα δὲ ἐπὶ τῶν παρὰ φύσιν λεκτέον, οὐκ ἐπὶ τοῦ γάμου. ἴδωμεν δὲ τίς καὶ ἡ μωρολογία, ἣν καὶ αὐτὴν οὐδὲ ὀνομάζεσθαι χρὴ ἐν τοῖς ἁγίοις. ὁ μὲν οὖν τις φήσει, ἁπλούστερον τὴν λέξιν ἐξειληφώς, μωρολογίαν εἶναι τὴν ἀσκουμένην ὑπὸ τῶν βωμολόχων καὶ γελωτοποιῶν. ὅρα δὲ εἰ μὴ μωρολο γεῖν λεκτέον καὶ τοὺς ὁτιδήποτε σοφίας καὶ συνέσεως ἠλλοτριωμένους πάντας, καὶ μωρὸν ἐν τοῖς δογματιζομένοις ὑπ' αὐτῶν. δόξει δὲ συνᾴδειν τῷ ἁπλούστερον ἐκδέξασθαι τὴν μωρολογίαν ἡ ἐπιφερομένη αὐτῇ εὐτραπελία, ἥντινα ἡ τῶν ἰδιωτῶν συνήθεια τάσσει ἐπὶ τῶν οὐ μόνον ἀπὸ μωρολογίας ἀλλὰ καὶ ἀφ' οἱασδήποτε αἰτίας γέλωτα κινούντων. οὐκ ἀνῆκε δὲ τοῖς ἁγίοις οὐδὲ αὕτη, ἀλλὰ μᾶλλον ἡ ἐν πᾶσι πρὸς Θεὸν εὐχα ριστία, ἤγουν εὐχαριστία καθ' ἣν εὐχαρίτους καὶ χαρίεντάς τινάς φαμεν. μωρό λογον μὲν οὖν καὶ εὐτράπελον οὐ δεῖ εἶναι, εὐχάριτον δὲ καὶ χαρίεντα· καὶ ἐπεὶ ἀσύνηθές ἐστι τὸ εἰπεῖν «ἀλλὰ μᾶλλον εὐχαριτία,» τάχα ἀντὶ τούτου ἐχρή σατο τῇ ἐπ' ἄλλου κειμένῃ λέξει καὶ εἶπεν, ἀλλὰ μᾶλλον εὐχαριστία. καὶ μήποτε ἔθος ἐστὶ τῷ ὀνόματι τῆς «εὐχαριστίας» καὶ τοῦ «εὐχαρίστου» τοὺς ἀπὸ Ἑβραίων χρῆσθαι ἀντὶ τῆς «εὐχαριτίας» καὶ «εὐχαρίτου»· τοιοῦτο δὲ ἐνομίσαμεν εἶναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον γυνὴ εὐχάρι το ἐγείρει ἀνδρὶ δόξαν ἀντὶ τοῦ «εὐχάριτος γυνή»· βιάζεσθαι δὲ ἂν ἐδόξαμεν τὸ γυνὴ εὐχάρι το ἀντὶ τοῦ «εὐχάριτος» ἐκλαμβάνοντες, εἰ μὴ αἱ λοιπαὶ ἐκδόσεις συνῇδον ταύτῃ τῇ ἐκδοχῇ. ὁ μὲν γὰρ Ἀκύλας οὕτως ἡρμήνευσεν γυνὴ χάριτο ἀντέχεται δόξη , Θεοδοτίων δὲ καὶ Σύμμαχος γυνὴ χάριτο ἀνθέξεται δόξη . [v 5] τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. παρατηρητέον ὅτι ἓξ ἀπαγορεύσας ἁμαρτήματα, πορνείαν καὶ ἀκαθαρσίαν καὶ πλεονεξίαν καὶ αἰσχρότητα καὶ μωρολογίαν καὶ εὐτραπελίαν, οὐ κατὰ τὰ ἓξ ἐπιφέρει ὥστε τὸν ἐνεχόμενόν τινι αὐτῶν μὴ ἔχειν κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ, ἀλλὰ τρία, λέγω δὲ πορνείαν καὶ ἀκαθαρσίαν πᾶσαν καὶ πλεονεξίαν. εἰ γὰρ μὴ εἶχον κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ ὁ μωρολογίᾳ καὶ εὐτραπελίᾳ ἔνοχος, ὠμότερον ἄν τινι ἐφαίνετο τὸ κατὰ τὴν κρίσιν ἐπὶ μηδενὶ συγγινώσκουσαν τῇ ἀσθενεῖ ἡμῶν φύσει. ἄλλως μὲν γὰρ οὐδὲ ταῦτα ἀνῆκεν, πλὴν οὐχ ὥστε πραττομένων αὐτῶν ἐκπίπτειν τινὰ τῆς κληρονομίας τοῦ Χριστοῦ καὶ Θεοῦ. λείπει καὶ περὶ τῆς αἰσχρότητος ἐπιστῆσαι. δόξαις ἄρ' ἂν εὔλογον εἶναι τὸ λέγεσθαι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης ἢ αἰσχρὸς οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. ἀλλὰ μήποτε ἡ αἰσχρότης ἐστὶν ἐν τῷ κατὰ τὸ κρυπτὸν μόνον παθητικῶς μεμολυσμένῳ, ᾗ καὶ πυρωθείς τις ἀνέστειλεν τὴν ἐπὶ τὴν πορνείαν ἢ τὴν ἐπὶ τὴν ἀκαθαρσίαν ὁρμήν. καὶ ἐν τοῖς ἀνωτέρω δὲ τὰ μὲν κωλύοντα κληρονομίαν

About this text

Origen of Alexandria, Fragmenta ex commentariis in epistulam ad Ephesios (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta ex commentariis in epistulam ad Ephesios — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.