Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; spiritual reading with the letter.
Greek
ποίμνην τοῦ Χριστοῦ, ἐπι σκόπους ἑαυτοῖς χειροτονοῦντες, πρεσβυτέρους, δια κόνους, διδασκάλους, λαὸν, κατηχουμένους, μιμού μενοι τὰ αἰώνια πρόβατα, πληροῦσι τό· Μένουσι δὲ ὡς πρόβατα αἰώνια. Οὐκ εἰσὶ δὲ πρόβατα αἰώνια, ἀλλὰ μένουσιν ὡς πρόβατα αἰώνια. 17.80 Στίχ. ιαʹ. Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι. Στίχ. ιβʹ. Ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν. Οἱ ἡμέτεροι ἀναλαμβάνουσι ψαλτήριον καὶ κιθά ραν, ὑμνοῦντες τὸν Θεὸν, καὶ δοξολογοῦντες αὐτόν. Ἐκείνων δὲ τὰ παιδία, οἱ ἀνόητοι ἐν αὑτοῖς, προσ παίζουσιν, ἀναλαμβάνοντες ψαλτήριον καὶ κι θάραν. Ὅτ' ἂν ἀναλάβωσι τοὺς λόγους τῆς Παλαιᾶς ∆ιαθήκης, προσπαίζουσι, καὶ γελῶσι τὰ λόγια τοῦ νόμου καὶ τῶν προφητῶν. Ἀναλαμβάνοντες τὰ ἐναρ μόνια, ψαλτήριον τὸ τοῦ νόμου, κιθάραν τὴν προφη τικὴν, προσπαίζουσιν αὐτοῖς. Στίχ. ιβʹ. Καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. Καὶ αὐτοὶ λέγουσιν ψαλμοὺς Οὐαλεντίνου, καὶ λέ γουσιν ᾠδὰς Βασιλείδου, καὶ τοιαῦτά τινα φθέγγον ται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ. Στίχ. ιγʹ. Ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. Ἐν δὲ ἀναπαύσει οὐκ οὐρανοῦ, ἀλλ' ᾅδου ἐκοιμή θησαν. Ἡμεῖς δὲ εὐχόμεθα οὐκ ἐν ἀναπαύσει ᾅδου κοιμηθῆναι, ἀλλ' ἐν ἀναπαύσει Θεοῦ ἐν τοῖς οὐρανοῖς τοῖς ἁγίοις μετὰ Χριστοῦ βασιλεύοντος ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΚΕΦ. ΚΒʹ. Στίχ. βʹ. Πότερον οὐχὶ Κύριός ἐστιν ὁ διδά σκων σύνεσιν καὶ ἐπιστήμην; Τὰ οἰκονομούμενα ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀνα γραφῆς ἀξιωθῆναι χρή. ∆ιὰ τοῦτο ἀναγράφεται ὑπὲρ τοῦ τὸν ἐντυγχάνοντα ὠφελεῖσθαι ἐκ τῶν ἀναγινω σκομένων. Εἰ μὴ οὖν χρήσιμοι ἦσαν οἱ λόγοι τῶν τριῶν, τῶν παραγενομένων πρὸς τὸν Ἰὼβ, ὡς τὸν ἐντυγχάνοντα λαβεῖν τι ἀπὸ τῶν εἰρημένων ὑπ' αὐτῶν πρὸς τὸν Ἰώβ· οὐκ ἂν ἡ πρόνοια εἰς τὴν βίβλον τοῦ Ἰὼβ ἐποίησεν ἀναγραφῆναι καὶ τοὺς λόγους τῶν τριῶν. Ἔστιν οὖν ὠφεληθῆναι μὲν ἀπὸ τῶν λόγων αὐτοῦ, ἐνορῶντα τοῖς δόγμασιν· ὁρᾷν δὲ τὸ ἔγκλη τον τῶν λόγων περὶ ἓν μόνον, ὅτε αἰτιῶνται τὸν Ἰὼβ, οἰόμενοι αὐτὸν πάσχειν διὰ τὰ ἡμαρτημένα αὐτῷ· οὐχ ὁρῶντες, ὅτι καὶ ἄλλα πολλὰ αἴτιά ἐστι τοῦ συμ βαίνειν ἀνθρώποις. Τοιαῦτά ἐστι νενομισμένα εἶναι καλὰ ἢ χαλεπὰ, ἢ ὅπως ποτὲ βούλεταί τις αὐτὰ ὀνομάζειν. Καὶ μετ' ὀλίγα· Πότερον οὐχὶ ὁ Κύ ριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Τὸ δόγμα ὑγιές ἐστι· ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ δύναται εἶναι ἄνθρωπος. Ὁ διδάσκων γὰρ ἄνθρωπον γνῶσιν, καὶ ἐν τοῖς Ψαλμοῖς ἀναγέ γραπται, ὅτι οὐκ ἄλλος ἐστὶν ἢ Θεός. Καὶ, ∆ίδαξόν με, φησὶν, τὰ δικαιώματά σου, ὁ Προφήτης, εἰδὼς δι δάσκαλον εἶναι ἀληθῆ καὶ τέλειον τὸν Θεόν. ∆ιδά σκει δὲ ὁ Θεὸς ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπ' αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ, τῷ ἀληθινῷ λόγῳ αὐτοῦ. Οὐκοῦν καὶ ἄνδρες δίκαιοι ἡμᾶς διδάσκουσι διδασκαλικὴν εἰληφότες χάριν. Στίχ. δʹ. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Λόγον ποιούμενος ὁ Θεὸς τοῦ προνοουμένου ὑπ' αὐ τοῦ, ἐλέγχει αὐτόν. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Πολλάκις εἴπομεν, εἴποτε ἐνέπεσε τὸ δόγμα 17.81 τοῦτο ἐν ἄλλαις λέξεσιν, ὅτι οὕτως ἐστὶν ὁ Θεὸς φιλ άνθρωπος, ὥστε, καὶ χρηστῶς κρίνων ἡμᾶς, ἐπι τρέπει λέγειν ἡμᾶς πρὸς αὐτὸν, ὡς κρινόμενον μεθ' ἡμῶν, περὶ ὧν βουλόμεθα. Ἐχρησάμην οὖν τοῖς ἀπὸ τοῦ Ἡσαΐα· ∆εῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύ ριος. Τὸ γὰρ, διαλεχθῶμεν, τοιοῦτόν ἐστιν· Εἴ τί με ἔχεις ἐλέγξαι, καὶ τὴν πρόνοιάν μου, ὡς ἀμελή σαντός σου, ὡς μὴ τὰ δέοντα πεποιηκότος, λέγε· Κἀγὼ, ὅ τι ποτὲ ἔχω ἐρῶ, πείσω σε, καταδικάζων σε ἄξιον ὄντα τοῦ καταδικασθῆναι. Στίχ. εʹ. Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλή; Εἰκότως οὐχ ἁπλῶς φημι γεγονέναι ἄδικον· ἐπεὶ πάσχει τοιαῦτα, ὁποῖα οὐδεὶς αὐτῶν τηλικούτοις πέπτωκεν, οἵοις σύ. Εἰκὸς διὰ τὸ ἀναρίθμητόν σου τῶν πταισμάτων, ταῦτά σοι ἐληλυθέναι. Τοῦ αὐτοῦ. Οὐ πρότερον ὠνόμασεν ἁμαρτίαν, εἶτα τὴν κακίαν· ἀλλ' ὁρῶν τὴν κακίαν τὴν φαύλην ἕξιν, εἶτα μετὰ τοῦτο τὰ ἀπὸ τῆς φαύλης ἕξεως ἁμαρτανόμενα, ἅπερ εἶπεν ἀναριθμήτους εἶναι ἁμαρ τίας. Στίχ. εʹ. Ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλιφὰζ περὶ τοῦ Ἰώβ. Ἤδει αὐτὸν πλούσιον, καί φησιν· Ἐνέχυρα ἐλάμβανες ἀπὸ τῶν σῶν ἀδελφῶν, ὡς ὀφειλόντων μὴ ὀφειλόντων. Τὸ γὰρ, Ἠνεχύραζες διακενῆς, τοιοῦ τόν ἐστιν. Στίχ. ʹ. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. Τοῦ αὐτοῦ. Προσεπιτείνει δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν. Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα; Οὐ γυμ νοῦ, ἀλλὰ πλουσίου ἔχοντος ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν. Τρία ... δὴ ὁ τῶν πολλῶν
About this text
Origen of Alexandria, Enarrationes in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Enarrationes in Job — new OET from PG 17 Greek.
Witnesses
- Copy-text PG 17 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.