Homilies on Job · §u02-open

Homiliae in Job Unit 2 opening

Unit 2.

Lemma-led open — αὐτῷ· ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ; ιεʹ. Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κα τασπουδασθῶ

Greek

αὐτῷ· ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ; 374 ιεʹ. Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κα τασπουδασθῶ· κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. Οὐχ ἥμαρτον, φησὶ, καὶ τί τοῦτο; οὐ γὰρ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν Θεῷ, ἀλλὰ καὶ τοῦτο χωρὶς ἁμαρτημάτων λέγω. ιζʹ. Οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκό τος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος. Οὐ κατ' ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο, φησὶν, ἀπροσδόκητον τὸ κακόν· στο χάζομαι τῆς τοῦ Θεοῦ χειρὸς εἶναι τὴν πλη γήν. Καὶ καλῶς εἶπε, πρὸ προσώπου μου· οὐ γὰρ κοινὸν τὸ σκότος ἐστὶν, ἀλλὰ τῆς ἐμῆς ἀθυμίας. Κεφ. Κ∆ʹ, ιγʹ. Αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐ τῶν, καὶ οὐκ ἐπέγνωσαν. Τουτέστιν πάντων κατεφρόνησαν, πάντων κατεγέλασαν· οὐδεὶς αὐτοὺς ἀδικεῖ, οὐδὲ κα κῶς ποιεῖ· αὐτὸς δὲ οὔπω ἐπισκοπὴν πε ποίηται τούτων, ὥστε ποιήσει μετὰ ταῦτα, καὶ ἐξετάσει τὰ πεπλημμελημένα αὐτοῖς, καὶ οὐ παρόψεται· ἐπιθυμητικῶς κατέφαγον ὀρφανούς. ιδʹ. Γνοὺς δὲ αὐτῶν τὰ ἔργα, παρέδωκεν αὐτοὺς εἰς σκότος. Τουτέστιν, μαθὼν τὰ ἔργα, ἢ ὅτι ἐξε τάσας καὶ βασανίσας, τουτέστι γνούς. Κεφ. ΚΖʹ, δʹ. Οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. Τουτέστιν ἐπὶ τῆς αὐτῆς στήσομαι ψή φου, οὐδείς με παρατρέψαι δυνήσεται, οὐδεὶς εἰσκροῦσαι, οὐδεὶς παραγαγεῖν τοῦ προκει μένου. εʹ. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι 375 ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω ἀκακίαν μου. Τουτέστιν, οὐ κατηγορήσω ἐμαυτοῦ, οὐδὲ μεταθήσομαι, κἂν μυρία λέγητε· οὐ προή σομαι τῆς ψήφου, εἰ καὶ δοκεῖτε παῦσαι τὸν κατ' ἐμοῦ ἔλεγχον. Κἂν συγκαταθῶμαι εἰς ἃ λέγετε, ὅτε νενοήκατε διὰ τί ταῦτα πέ πονθα, δικαίους ὑμᾶς ἀπεφηναίην. Οὐκ ἀπώ σομαι τὴν ἀκακίαν μου, ἕτερα νοῶν περὶ ὑμῶν, καὶ ἕτερα λέγων. ιʹ. Ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης, μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι, φησὶν, ὁ ἀδικῶν οὐκ ἔχει παῤῥησίαν, οὐδὲ φθέγξασθαι, οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ' ἀφῄ ρηται καὶ ἐπεστόμισται· ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω. Οἱ δὲ ἄδικοι οὐχ οὕτως. Κεφ. ΚΗʹ, αʹ. Ἔστι γὰρ ἀργυρίῳ τόπος κτλ. Τοῦτό φησιν, ὅτι ὁ ἐν τοῖς τυχοῦσιν τά ξιν ὁρίσας, πολλῷ μᾶλλον ἐν τοῖς ἀνθρω πίνοις. βʹ, γʹ. Σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἶσα λίθῳ λατομεῖται. Τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται. Ὅτι προνοεῖ καὶ μέλει τῶν πραγμάτων αὐτῷ, καὶ οὐδὲν ἁπλῶς, οὐδ' εἰκῆ παρέρχε ται. Ἢ μᾶλλον ἐκεῖνό φησιν, ὅτι τὰ μὲν ἄλλα δῆλά ἐστιν, ἡ δὲ οἰκονομία τοῦ Θεοῦ ἀτέκ μαρτος καὶ ἄγνωστος. Καὶ μετ' ὀλίγα· Καλῶς εἶπε· Τάξιν ἔθετο σκότει, δεικνὺς ὅτι οἶδε παραχωρεῖν καὶ ὑπερεξίστασθαι. Τίς ἀπελαύνει τὸ ζόφον 376 ἐκεῖνον; πόθεν εὐταξία τοσαύτη ἐν πράγματι τοιούτῳ; εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται, πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας. Κεφ. ΚΘʹ, γʹ. Ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει. Ὅτι γὰρ διὰ τοῦτο ἐζήτει τὴν προτέραν εὐπραγίαν, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ πρόνοια, δῆλον ἐκ τοῦ λέγειν· Ὅτε ὁ Θεὸς ἐφύλατ τέ με. δʹ. Ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου. Ὁ δὲ Σύμμαχος· Ὁπότε περιέφρασσεν ὁ Θεὸς τὴν σκηνήν μου. Ὁρᾷς ὅτι τοῦτο ἐπεθύμει, τὴν ἐπισκοπὴν καὶ τὴν πρόνοιαν δεῖ ξαι τοῦ Θεοῦ. Νέος διότε εἶχον ἐγὼ, δίκαιος ὢν, φησὶν, τὴν χρήσιμον ἐμοὶ ὕλην πεποίηκα ἀρετήν· πᾶσι γὰρ καλῶς ἐχρώμην. ζʹ. Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Οἷα γάρ τις ἄρχων καὶ διδάσκαλος ἀρε τῆς, οὐχ ὕπνῳ καὶ μέθαις ἐσχόλαζεν, ἀλλ' ἐξ ἀγάπης ἑωθινὸς ἐν ταῖς πλατείαις καθῆστο, νόμος καὶ τύπος τοῖς ἐν τῇ πόλει γινόμενος. ιγʹ. Εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι. Σευήρου, ἐκ τῆς πρὸς Ἰουλιανὴν διάκο νον ἐπιστολῆς. Ὁ Κύριος ἐν εὐαγγελίοις φησὶν, περὶ τῶν τῷ κόσμῳ νεκρούντων ἑαυτοὺς,

About this text

Origen of Alexandria, Homiliae in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Homiliae in Job — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.