Fragmenta in Lamentationes Unit 5 opening
Unit 5.
Lemma-led open — ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, χορηγοῦν 17 ἑκάστῳ καθὼς βούλεται
Greek
συνῆτε». ἐν δὲ τῇ πρὸς Κορινθίους ὁ Παῦλος εἰπὼν τὰ χαρίσματα, ἐν οἷς ἐστιν ἡ προφητεία, φησίν· «ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, χορηγοῦν 17 ἑκάστῳ καθὼς βούλεται»· τουτέστιν αὐθεντικῶς, οὐ δουλικῶς. λέγοις δ' ἂν πνεῦμα προσώπου Χριστόν, τὸν δωρησάμενον ἡμῖν τὸ πνεῦμα τῆς προφητείας· αὕτη γὰρ προφητῶν πρόσωπον, πνεῦμα δὲ τὸ χάρισμα, σκιὰ δὲ ὁ νόμος, «σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν». ἔζησαν οὖν ἐν ἡμῖν οἱ προφῆται καὶ ἐν τῇ τοῦ νόμου σκιᾷ. τὸ οὖν χάρισμα τὸ προφητικόν, πρὸς ὃ βλέπει πάσης τῆς προφητείας ἡ ἔκβασις, Χριστός ἐστιν, τουτέστιν ἀπὸ Χριστοῦ. «τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός». ῥηθείη δὲ κἂν ἐκ προσώπου τῶν ἀποστόλων καὶ τῶν πιστῶν· «ἐν αὐτῷ γὰρ καὶ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν»· οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ,
About this text
Origen of Alexandria, Fragmenta in Lamentationes (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Lamentationes — new OET from PG 13 Greek.
Witnesses
- Copy-text PG 13 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.