Unit 3 rem mid
Rem mid: Unit 3; lemma continues; spiritual reading with the letter.
Greek
δικαιωμένα ἐπὶ τὸ αὐτό. ̓Αναγκαῖον τοῖς δύο στίχοις τοῖς προτέ ροις τὸν τρίτον προσέθηκε· τὰ γὰρ τοῦ Θεοῦ κρίματα, τοῖς μὲν ἁμαρτάνουσι καὶ παρα βάταις φοβερὰ καὶ ἀποζητητέα καθέστηκεν· τοῖς δὲ ἐργαζομένοις τοῦ Θεοῦ τὸν νόμον καὶ φυλάττουσι παντὸς πλούτου τιμιώτερα, διὰ τὴν ἐλπίδα τῆς ἀμοιβῆς, ἀλλὰ μὴν καὶ πάσης ἡδονῆς γλυκύτερα φαίνεται. 18.12 Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Σαφῶς ἡμῖν καὶ τοῦτο δεδήλωται ἐν τῷ προλαβόντι ψαλμῷ, ἀληθινὰ καὶ δίκαια παρὰ τοῦ ἀληθοῦς Θεοῦ καὶ δικαιοκρίτου δεδι καιωμένα λέγεται· ἐπὶ τὸ αὐτὸ δέ ἐστιν κατὰ τὸν αὐτὸν λόγον· ῳ γὰρ λόγῳ ἐστιν ἀληθῆ, τούτῳ τυγχάνει καὶ δίκαια. –Εἰ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ὁ μὴ φυλάσσων, οὐ δοῦ λός σου. Φυλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ, ὁ ἐπιθυμῶν οὐκ α λλο τι η αὐτά· διὸ ε χει ἀνταπόδοσιν τῶν ἐπὶ Θεοῦ μελλομένων πολλήν. 18.13,14 Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. ̔Ο δὲ ̓Ακύλας τὸ ἀλλοτρίων ὑπερηφάνων ἐξέδωκεν. ̓Επὶ γὰρ τοῖς κατορθοῦσι τὸ πά θος, ἐσθ' ο τε τοῦτο παρέπεται, χαυνουμένης ἐπὶ τοῦτο τῆς διανοίας· καὶ δι' ἑτέρου πάλιν ἐκτραχηλίζονται τρόπου, ὁποῖον τὸ ἀποσ τολικὸν, ι να μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἱκετεύει ῥυσ θῆναι τῆς ὑπερηφανείας· ἀφ' η ς ἁμαρτίας ου σης μεγάλης καθαρισθεὶς, α μωμος ε σομαι ἐξ ὑπερηφανείας, α μα καὶ τῶν κρυφίων κα θαρισθείς· νῦν γὰρ ου πω θαῤῥῶ. 19.3,4 ̓Εξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντελάβοιτό σου· μνησ θείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. ̔Ρυσθήσει, φησὶν, εὐχαριστικῶς αὐτῷ προσάγων θυσίαν πνευματικήν· τὸ πάσης πλῆθος ἐμφαίνει· ὀλίγης γὰρ οὐ μίμνηται. – Πιαίνεται δὲ ὁλοκαύτωμα, ο ταν ο λῳ τῷ νοητῷ πυρὶ παραδοθῇ, τῷ πνεύματι· ε σται δὲ τοῦτο, ο ταν οἱ προσφέροντες πνευματικοὶ τυγχάνωσιν. 19.8 Ου τοι ἐν α ρμασι καὶ ου τοι ἐν ι πποις. Νόει καί ι ππους τὰ σκιρτήματα τῶν πα θῶν, εἰς [οι ς] ἐπιβαίνουσιν οἱ δαίμονες· α ρ ματα δὲ τὴν σύμπνοιαν τῶν ὁρμητικῶν πα θῶν, ἐν οι ς παρασκευάζονται καθ' ἡμῶν. 19.10 Κύριε, σῶσον τὸν βασιλέα σου, καὶ ἐπάκουσον ἡμῶν. Νῦν δὲ τέως ἡμῖν τὸν βασιλέα σῶσον ∆αυίδ. 20.7 Οτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶ να αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Λέγων πρὸς αὐτόν· ∆εῦρο, εὐλογημένος τοῦ Πατρός μου. Ωσπερ ἀπὸ τοῦ Θεοῦ Πα τρὸς καὶ Κυρίου ̓Ιησοῦ Χριστοῦ αὐτὴ χάρις καὶ εἰρήνη δίδοται, ου τως ἀπὸ Θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ· πρόσωπον δὲ Θεοῦ, ὁ χα ρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, μεθ' ου ὁ βασιλεὺς εὐφραίνεται, πεῖραν τοῖς προσδο κωμένοις προβάλλων. Η ο τι μετὰ τοῦ Θεοῦ Λόγου τῆς εἰκόνος, οὐ γενόμενος ὁ βασιλεὺς, ναὸς αὐτοῦ χρηματίζει, καὶ σύμμορφος αὐ τοῦ γενόμενος, εὐφραίνεται. 20.9 Εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχ θροῖς σου, ἡ δεξιά σου ευ ροι πάντας τοὺς μισοῦντάς σε. Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπεσεῖν καὶ ἐννοιῶν πονηρῶν· σπέρμα γὰρ ἁμαρτίας λο γισμὸς πονηρός. 21.4 Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ε παινος ̓Ισραήλ. ̓Εντεῦθεν μανθάνομεν ο τι αὐτοέπαινός ἐστιν ὁ Κύριος καὶ ἐπαινούμενος ὑπὸ τοῦ ̓Ισραὴλ, η αὐτὸς ε παινος ω ν. 21.7 ̓Εγὼ δέ εἰμι σκώληξ. ̔Ως ἐκ προσώπου τοῦ σαρκωθέντος Θεοῦ λέγει, εἰ καὶ μὴ κατὰ τὴν Θεότητα λαμ βανόμενον, ἀλλὰ κατὰ τὸ φαινόμενον καὶ τὸ ταπεινὸν τῆς σαρκὸς, τό· ̓Εγώ εἰμι ὁ σκωλήξ. 21.19 Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖ δόν με. Ψηλαφῶντες, κατὰ τὸ εἰκὸς, α παν αὐτοῦ τὸ σῶμα καὶ ἀναμετροῦντες ε καστον τῶν ὀστέων, ι να ι δοιεν ου τοὺς η λους πῆξαι χρή. 21.21 ̔Ρῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου. Καὶ πρὸς τὴν ἁγίαν θεοτόκον ὁ Συμεών φησι· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύ σεται ῥομφαία. Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. ̔Ενικῶς δὲ νῦν, ου ς ει πεν α νω κύνας, διὰ τὸ γένος καλεῖ. –Μονογενῆ δὲ τὴν ἰδίαν ψυχὴν ει πεν, ὡς μόνην ἁμαρτίαν μὴ γνοῦ σαν· ἀλλὰ καὶ ο τι μόνη διὰ παντὸς ει χε τοῦ Θεοῦ Λόγου τὴν ε νωσιν. Τάχα δὲ τὴν παραστᾶσαν ἐκκλησίαν αὐτῷ λέγει μονο γενῆ, μὴ ε χουσαν σπῖλον η ῥυτίδα, ἐκ τῶν ἀμώμων τελείως συμπληρωμένην, ω ν κατὰ προκοπὴν εἰς διάφορα τάγματα διῃ ρημένην· ἑξήκοντα μέν εἰσι βασιλίδες, ὀγ δοήκοντα δὲ παλακαὶ, καὶ νεάνιδες ω ν οὐκ ε στιν ἀριθμός· ὑπὲρ δὲ πάσας ἐστὶ περισ τερὰ τελεία, μονογενὴς ου σα τῇ μητρὶ τῇ α νω ̔Ιερουσαλήμ. 22.1,2 Κύριος ποιμαίνει με, καὶ
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.