Unit 10 rem mid
Rem mid: Unit 10; lemma continues; spiritual reading with the letter.
Greek
α φρο νας ἐν φρονήσει. – ̔Ομοίως τῷ εἰρημένῳ τοῖς ἐν δεσμοῖς· ̓Εξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· ̓Ανακαλύφθητε. ∆εσμοὺς δὲ καὶ σκό τος τὴν τῶν δαιμόνων λατρείαν λέγει. 67.8 ̔Ο Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐ νώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὸν ε ρημον. ∆ιάψαλμα. Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ε σταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινά. ̔Ωσαύτως, ὁ Θεὸς, προερχομένου σου πρὸ τοῦ λαοῦ σου, βαίνοντος διὰ ἀδικήτου, γῆ ἐσείσθη, οὐρανὸς δὲ ε σταξεν, μέλλων, φησὶ, διαβαίνειν εἰς τὴν ε ρημον ἐκείνην, καὶ ἀοί κητον, καὶ μηδέπω δεξαμένην τοῦ φωτὸς τὴν ἀκτῖνα, ἐκλόνησα γῆν μὲν καὶ συνέσει σεν· οὐρανόθεν δὲ τὰς τῆς χάριτος ψεκάδας ὑπέσταξεν· γέγονε δὲ τὸ μὲν ἐπὶ τοῦ σταυ ροῦ, τότε γὰρ ἡ γῆ ἐσείσθη, τό τε δὲ μετὰ τὴν εἰς τὸν οὐρανὸν ἐπάνοδον· τηνικαῦτα γὰρ ἐπεφοίτησεν ἡ τοῦ πνεύματος χάρις, οι όν τινας δρόσου ψεκάδας μιμούμενος, τοῖς ἀποστόλοις· ει τα σαφέστερον ̓Ιουδαίους δι δάσκων τὸν πάντα ταῦτα δρῶντα, ἐπήγαγεν ἀπὸ προσώπου τοῦ Θεοῦ, τοῦ ἐν τῷ Σινᾷ φανέντος. 67.10 Βροχὴν ἑκούσιον ἀφορεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου. Τὸ εὐαγγελικὸν κήρυγμά φησι βροχήν· καταβήτω ὡς ὑετὸς ἐπὶ πόκον· ἑκούσιον δὲ πρὸς ἀντιδιαστολὴν τῆς νομικῆς λατρείας· ἐκεῖνος γὰρ οὐκ η ν αὐτοῖς ἑκούσιος, κατὰ τό· Τίς ἐκζήτησε ταῦτα ἐκ τῶν χειρῶν μου; 67.18 Τὸ α ρμα τοῦ Θεοῦ μυριοπλάσιον. Αρμα τοῦ Θεοῦ, ψυχαὶ καθαραὶ, αι ς ἐ πέβη ὁ καθαρὸς Θεὸς, ῳ ὑποζεύγνονται τῶν εὐθυνόντων αἱ χιλιάδες. 67.19 ̓Αναβὰς εἰς υ ψος, ᾐχμαλώτευσας αἰ χμαλωσίαν· ε λαβες δόματα ἐν ἀνθρώπῳ, καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι. Αἰχμαλωσία ἐστι Χριστοῦ φύσεως λογι κῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος. Καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι οὐκ ἀπέβλεψα, φησὶν, εἰς τὴν δευτέραν αὐτῶν ἀπείθειαν, ἀλλὰ καὶ ἀντιλέγοντας ὁρῶν ἐπέμεινα ε ως αὐτοὺς οἰ κητήριον, ο τι οἰκεῖον, ἀπέφηνα. 67.22 Πλὴν ὁ Θεὸς συνθλάσσει κεφα λὰς ἐχθρῶν αὐτοῦ. ̓Εχθρῶν κεφαλαὶ τὰ πρώτως ἐκ τῶν δαι μόνων συμβαίνοντα τὰ νοήματα τῇ ψυχῇ. 67.24 Οπως α ν βαφῇ ὁ ποῦς σου ἐν αι ματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ. Ποῦς Χριστοῦ, ὁ ἐκ Μαρίας α νθρωπος, ο στις διὰ τοῦ πάθους ἐβάφη τῷ αι ματι· ο περ αι μα κωλύουσιν ἡμᾶς οἱ ἐχθροὶ πίνειν, κύ νας ἡμᾶς ἀεὶ βουλόμενοι ει ναι, καὶ μηδέ ποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Οι δασιν γὰρ ο τι οἱ τρώγοντες τοῦ Χριστοῦ τὰς σάρ κας καὶ πίνοντες αὐτοῦ τὸ αι μα ἐν αὐτῷ μένουσιν, καὶ αὐτὸς ἐν αὐτοῖς. 67.28 ̓Εκεῖ Βενϊαμὶν νεώτερος ἐν ἐκσ τάσει. Περὶ Παύλου τοῦτό φασι προφητεύεσθαι. 67.33 Αἱ βασιλεῖαι τῆς γῆς, ᾳ σατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. ∆ιάψαλμα. Αἱ βασιλεῖαι, α ς ε δειξεν ὁ διάβολος τῷ Κυρίῳ, α ς λαμβάνει, οὐκ ἀπὸ τοῦ εἰπόντος· Πάντα σοι δώσω, ἐὰν πεσὼν προσκύνῃς μοι, ἀλλ' ἀπὸ αἰτήσασθαι τὸν Πατέρα ε θνη κληρονομίαν ἑαυτῷ. Τὸ διάψαλμα κεῖται διὰ τό· ̓Ιδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. 67.34-36 Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρα νὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, ... καὶ ἡ δύναμις αὐτοῦ ἐν νεφέλαις. Οι μαι δὲ αὐτὸν νεφέλας λέγειν τοὺς ἀγ γέλους, αὐτοὶ γάρ εἰσιν οἱ διδάσκοντες ἡ μᾶς· δύναμις δὲ τοῦ Θεοῦ ὁ Χριστός ἐστιν. –̓Εν ταῖς νεφέλαις, αι ς ἐντελεῖται τοῦ μὴ βρέχειν ὑετὸν ἐν οι ς τέθεικε τόξον αὐτοῦ, ἐν ταύταις δὲ ἀπαργησόμεθα εἰς ἀπάντησιν τοῦ Κυρίου. 68.2,3 Σῶσόν με, ὁ Θεὸς, ο τι εἰσέλθω σαν υ δατα ε ως ψυχῆς μου, ἐνεπάγην εἰς υ λην βυθοῦ, καὶ οὐκ ε στιν ὑπόστασις· η λθον εἰς τὰ βάθη τῆς θαλάσσης. Υδατα λέγει τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυ χήν. Ταῦτα γὰρ ἡ ἀνθρωπεία ἐπεπόνθει φύ σις, κατενεχθεῖσα διὰ τῆς ἁμαρτίας εἰς τὸν θάνατον, καὶ εἰς αὐτὸν τοῦ ᾳ δου τὸν χῶρον, ο ν καὶ υ λην βυθοῦ καὶ βάθος θαλάσσης ἐν τοῖς παροῦσιν ὀνομάζει. 68.13 Κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμε νοι ἐν πύλῃ. ̓Αεὶ γὰρ καθεζόμενοι ἐν ταῖς πύλαις τοῦ ἱεροῦ, ̓Ιουδαῖοι ε λεγον· Τίς α ν ει η ὁ α νθρω πος τοῦτος; 68.14,15 ̓Εγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε, καιρὸς εὐδοκίας ὁ Θεὸς, ἐν τῷ πλήθει τοῦ ἐλέους σου, ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. Σῶσόν με ἀπὸ πηλοῦ, ι να μὴ ἐμπαγῶ, ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδά των. Ορου κατάρας φρικτῆς προκειμένου, ι να κα ν α γγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται, η διδάξῃ ἡμᾶς παρ' ο ὁ Παῦλος ἐδίδαξεν, ἀνά θεμα ε στω, τίς ἐστιν ὁ ὑποκεφαλίσαι Παῦ λον, μᾶλλον δὲ τοῦ ἐν αὐτῷ λαλοῦντος Χρισ τοῦ, δυνάμενος;
About this text
Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.
Witnesses
- Copy-text PG 12 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.