Fragmenta in Psalmos (Greek) · §u18-rem-close

Unit 18 rem close

Rem CLOSEOUT: Unit 18 CLOSEOUT.

Greek

κοινοῦ, ι ν' ῃ τὸ ο λον τοιοῦτον· ε ως πότε ἁμαρτωλοὶ, ε ως πότε λαλήλουσιν πάντες οἱ ἐργασάμενοι τὰς ἀνο μίας; πολλὴ δὲ ἀναισθησία τῶν ἰδίων κα κῶν τοῖς καυχωμένοις ἁμαρτωλοῖς, μάλιστα ει τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαινούσαις διδασκαλίαις, ταῖς τοῦ Κυρίου ἡμῶν ̓Ιησοῦ Χριστοῦ, ἀλλὰ τετύφλωται, μηδὲν ἐπιστάμενος, νοσῶν περιζητήσεις καὶ λογομαχίας· ἐκεῖνος ου ν ἐπὶ ταῖς ἰδίαις κα τὰ ψευδοδοξίαν βλασφημίαις καὶ ἁμαρτίαις καυχᾶται, ὡς ἐπ' ἀληθείᾳ καὶ σοφίᾳ καὶ φθέγγεται, καὶ λαλεῖ ἀδικίας εἰς τὸ υ ψος, ἐν οι ς κατηγορεῖ τοῦ δημιουργοῦ. 93.5 Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Πρότερον ἐν ὑψηλοῖς ο ντα τὸν λαὸν ἐτα πείνωσαν οἱ ἁμαρτωλοὶ, αι τιοι αὐτῷ γενό μενοι τοῦ κατελθεῖν εἰς τὸ σῶμα τῆς ταπει νώσεως καὶ τὴν κληρονομίαν τοῦ Θεοῦ, ι να τῇ ἐναντίᾳ καταστάσει τῆς κακώσεως τυγ χάνῃ κακῶσαι. –Κληρονομίαν ει ρηκεν φύ σιν τὴν λογικὴν, η τις πέφυκε κληρονομεῖν Θεὸν, ἀντὶ δὲ τοῦ κληρονομοῦντος κληρονο μίαν ὠνόμασεν· ε θος γὰρ τοῦτο τῇ γραφῇ. 93.6 Χήραν καὶ ὀρφανὸν ἀπέκτεινον, καὶ προσήλυτον ἐφόνευσεν. Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀπο κτείνει ὁ κακῶς τὰς θείας γραφὰς ἐξηγού μενος· ὀρφανός ἐστι νοῦς ἐστηρουμένος τοῦ ἐπουρανίου πατρός· αὐτὴ τῆς ἀσεβείας ἐπί τασις· ταῦτα γὰρ, φησὶ, τολμῶσιν, οὐχ ἡ γούμενοι σὲ ἐφορᾶν, οὐδὲ προμηθεῖσθαι τῶν ἀνθρώπων πραγμάτων. 93.7 Καὶ ει παν· Οὐκ ο ψεται Κύριος, οὐ δὲ συνήσει ὁ Θεὸς τοῦ ̓Ιακώβ. Οὐχ ἁπλῶς δὲ πρόσκειται τό· ̔Ο Θεὸς ̓Ιακὼβ, ἀλλ' εἰς αυ ξησιν τῆς κατηγορίας· πολλὴν γὰρ περὶ τὸν λαὸν τοῦ Θεοῦ κατα μαθόντες πρόνοιαν, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῶν ἱερέων, τὴν ἐν πολέμῳ, τὴν ἐν εἰρήνῃ. 93.8,9 Σύνετε δὴ, α φρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. ̔Ο φυτεύσας τὸ ου ς, οὐχὶ ἀκούει; η ὁ πλάσας ὀφθαλμοὺς οὐ κατανοεῖ; Πάλιν ἀπὸ τῆς πονηρίας τῶν ἐχθρῶν διε γείρει εἰς ζῆλον κατὰ τῶν ἀσεβῶν τὸν Θεὸν, ο πως α ν ε ργῳ μάθοιεν, ὡς ὁ ἀπιστωθεὶς παρ' αὐτῶν οὐ περιορᾷ τὰ ἀνθρώπινα· ἀπό κρισιν δὲ ὁ προφήτης ἐπάγει πρέπον αὐτοῖς ο νομα, τὴν ἀφροσύνην καὶ μωρίαν εἰπών. Λέγει δέ· πόθεν αὐτοῖς ἡ τοιαύτη ἀναισθη σία, ὡς μήτε ὁρᾶν, μήτε ἀκούειν, μήτε μὲν ἐλέγχειν ὑπολαμβάνειν τὸν Θεὸν, τὸν καὶ ω τα, καὶ ὀφθαλμοὺς, καὶ σύνεσιν τοῖς ἀν θρώποις παρεσχηκότα; ̔Ο γὰρ ἑτέροις ταῦ τα δοὺς πρὸς τὸ ἀκούειν καὶ συνιέναι, οὐ συνιεῖ; ὀψὲ γοῦν, ω ἀνόητοι, συνιδεῖν ἐθε λήσατε καὶ μαθεῖν τῶν πραγμάτων τὴν φύ σιν. Σφόδρα συλλογιστικῶς τὴν διδασκαλίαν προσήνεγκεν. ̔Ο ἐκ πηλοῦ, φησὶν, τὸν ὀφθαλμὸν δια πράσας, καὶ τὴν ὀπτικὴν ἐνέργειαν αὐτῷ δωρησάμενος, καὶ τὰ ω τα ὡσαύτως δημιουρ γήσας, καὶ ἀκουστικὴν αι σθησιν χαρισάμε νος, αὐτὸς οὐχ ὁρᾷ, οὐδὲ ἀκούει; ἀλλὰ τού των δημιουργὸς ἐστήρεται, τῆς ἐνεργείας, η ν τοῖς α λλοις κεχάρισται; 93.10 ̔Ο παιδεύων ε θνη, οὐχὶ ἐλέγξει, ὁ διδάσκων α νθρωπον γνῶσιν. Τὰ ε θνη, φησὶν, α μήτε νόμον ἐδέξατο, μήτε προφητικὰς ἀπέλαβε διδασκαλίας, ὑ ποβάλλει παιδείᾳ, καὶ τὴν ὑμετέραν οὐκ ἐλέ γξαι παρανομίαν; καὶ μὴν τῶν ἀνθρώπων τὴν φύσιν αὐτὸς ἐδημιούργησε λογικὴν, καὶ διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων καθ' ἑκάσ την γενομένων ἡμέραν πλείονα τὴν γνῶσιν ἐργάζεται. 93.11-13 Κύριος γινώσκει τοὺς διαλογισ μοὺς τῶν ἀνθρώπων, ο τι εἰσὶ μάταιοι. Μα κάριος ὁ α νθρωπος ο ν α ν παιδεύσῃς, Κύ ριε, καὶ ἐκ τοῦ νόμου διδάξῃς αὐτὸν, τὸν πραΰναι αὐτῷ ἀφ' ἡμερῶν πονηρῶν. Πῶς γὰρ οὐκ εἰσὶ ματαιότητος πλήρεις, αἱ αἰσθήσεις ἐκεῖναι, αἱ τῆς προνοίας τὸ ὠφέλιμον ἐξορίζειν ἐπιχείρουσιν τῷ λόγῳ; – Ον ἀγαπᾷ, Κύριος παιδεύει, φησὶν ὁ ἀπόστολος. Εἰ δὲ ο ν παιδεύει, μακαρίζει, πᾶς ὁ παιδευόμενος ὑπ' αὐτοῦ ἀπαθὴς γί νηται, τοῦτον γὰρ καὶ ἀγαπᾷ Κύριος· παι δεύειν γάρ ἐστι μετριοπάθεια παθῶν. ̓Εκεῖ νοι μὲν α θλιοι καὶ ταπεινοὶ, φησὶν, οἱ τὴν σὴν μὴ δεχόμενοι παιδείαν· μακάριοι δὲ ου τοι οἱ παρὰ σοῦ παιδευθέντες καὶ ἐκ τοῦ σοῦ διδαχθέντες νόμου· ου τοι γὰρ καὶ ἐν ταῖς θλίψεσι πραϋθέντες, κουφισθήσονται τῶν ἀ νιαρῶν. 93.18 Τὸ ε λεός σου, Κύριε, βοηθεῖ μοι. Ελεος μὲν νοῦ γνῶσίς ἐστι· ε λεος δὲ ψυ χῆς, ἀπάθεια. 93.19 Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου, ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηυ φραναν τὴν ψυχήν μου. Οὐκ ἀφῆκας, φησὶν, ἀπαραμύθητον, ἀλλ' ο σας θλίψεις ει χον, τοσαύτας καὶ παραμυ θίας ἐδεχόμην παρὰ σοῦ, αι καὶ εἰς εὐφρο σύνην τὰς λύπας μετεσχίαζον. 93.20-23 Μὴ συμπρόσεσταί σοι

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.