Fragmenta in Psalmos (Greek) · §u26-rem-early

Unit 26 rem early

Rem early: Unit 26; lemma and Origen’s theoria.

Greek

λόγος, θολουμένης, καὶ οἱονεὶ τυφλουμένης τῆς καρδίας πρὸς τὸ μὴ θεωρεῖν τὴν ἀλήθειαν. 118.46 Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Χαριέντως ἁρμόσειε τοῦτο τῷ μάρτυρι, τῷ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγομένῳ διὰ Χριστόν. ̔Αρμόττει καὶ τοῖς ἀνοίγουσι τὸ στόμα ἐπὶ τῶν βασιλικῶν τὰς 106 ψυχὰς ἁγίων. Καὶ μετ' ὀλίγα. Αἰσχύνης γὰρ α ξια λέγει ὁ μὴ προσλαμβάνων ῥῆμα εἰς τὸ εὐαγγελί σασθαι ἀπὸ Θεοῦ δυνάμει πολλῇ. Οὐκ αἰσ χύνης δὲ, ἀλλὰ δόξης α ξια λέγει, ὁ τῇ δια θέσει τοῦ προφήτου λέγων τό· Καὶ ἐλάλουν κτλ. Μεγαλοπρεπῶς ἀπὸ γενεᾶς ζούσης ὑ παντᾷ μεταχειριζόμενος ε ξεως, ἐπειδὴ μεί ζων παντὸς βασιλέως, μᾶλλον δὲ βασιλεὺς βασιλέων ὁ λαλῶν ἐν ἡμῖν ἐστιν, ο ταν τὰ τοῦ Θεοῦ λαλῶμεν. 118.47,48 Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αι ς ἠγάπησα σφόδρα. Καὶ η ρα τὰς χεῖράς μου, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώ μασί σου. Τέλος τῆς τῶν ἐντολῶν Θεοῦ μελέτης ἐσ τὶν ἡ κατὰ τὰς ἐντολὰς ἐνέργεια καὶ πρᾶ ξις· διὸ καὶ καλῶς προστετάχθαι φαίνεται τό· ̓Εμελέτων ἐν ταῖς ἐντολαῖς σου, αι ς ἠ γάπησα, ἑξῆς δὲ τούτοις τό· Καὶ η ρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου. Μετὰ γὰρ τὴν μελέτην καὶ ἀνάληψιν τοῦ τῶν ἐντολῶν λόγου, καλὸν τὸ ἐπᾶραι τὰς χεῖρας ἐπὶ τὰς κατὰ τὰς ἐντολὰς πράξεις, μὴ ἐκ λύπης, η ἐξ ἀνάγκης, ἀλλὰ ἐξ ἀγάπης καὶ διαθέσεως, καὶ μετὰ ταῦτα συνεχῶς ἀποδιδόναι τὸ ε ρ γον τῶν ἐντολῶν. Καὶ ἐπειδὴ, μετὰ τὴν με λέτην καὶ τὴν ποίησιν τῶν ἐντολῶν, περὶ τούτων διαλέγεσθαι δεῖ, διὰ τοῦτο ἐπιφέρει τό· ̓Ηδολέσχουν ἐν τοῖς δικαιώμασί σου, ει περ τοιοῦτόν ἐστιν ἀπὸ τῆς πρὸς τὰ δι καιώματά σου φιλίας μου, συνεχῶς αὐτοῖς ἐνδιατρίβων τῷ λόγῳ, οἱονεὶ ἠδολέσχουν, ἐ πίπλεον ὁμιλῶν τὰ περὶ τῶν δικαιωμάτων σου. –Τὰς χεῖρας ἐπαίρομεν τῆς ψυχῆς διὰ τῶν ἐντολῶν τοῦ Θεοῦ, κατεργαζόμε νοι τὴν πρακτικήν. Χεῖρας ἐνταῦθα τὰς πρακτικὰς ἐνεργείας ει ναί φησι· ἡ γὰρ πρᾶ ξις τέλος μελέτης ἐστὶν ἐντολῶν. 118.49 Μνήσθητι τῶν λόγων σου τῷ δού λῳ σου, ω ν ἐπήλπισας με. Καὶ ποῖος ὁ λόγος ου μνησθῆναι αὐτὸν ἀξιοῖ, η τὸ ει ναι αὐτὸν μετ' αὐτῶν, καθ' η ν δέδωκεν αὐτοῖς ἐπαγγελίαν, η τις καὶ παρά κλησις αὐτοῖς ἐν τοῖς διωγμοῖς ἐγένετο; Λό γον χρηματίσας ἐπαγγελίας, ἀνεπτέρωσας ἡμᾶς ἐπὶ τῷ ἐλπίζειν ἐπὶ σοὶ, καὶ καταφρο νεῖν τῶν ἀνεστηκότων. ̓Επεὶ δὲ τῷ ποθεῖν τὰ ἐπουράνια, καὶ ζητεῖν τὰ αἰώνια, ἠγωνισά μην, ἀπαιτῶ τούτων τὸν λόγον, ἀπαιτῶ τούτων τὴν ἀνταπόδοσιν. Νομοθετῶν ὁ Θεὸς, καὶ τοῖς φυλάττουσι τὸν νόμον τὴν οἰκε ίαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς πα ραβάταις τιμωρίας. Μνησθῆναι τοίνυν τὸν Θεὸν τῶν οἰκείων ὑποσχέσεων ἱκετεύει. Εἰς ἐκείνας γὰρ, φησὶ, ἐλπίζειν ἐδίδαξάς με, καὶ δεικνὺς τῆς ἐλπίδος τὸ χρήσιμον, ἐπάγει· Αὐτή με παρεκάλεσε. Ταύτην γὰρ ε σχον παραψυχὴν ἐν ταῖς συμφοραῖς, καὶ ὑπερέ πλευσα κυμάτων. 118.50 Αυ τη με παρεκάλεσεν ἐν τῇ ταπει νώσει μου, ο τι τὸ λόγιόν σου ε ζησέ με. Αυ τη τίς; ἡ ἐλπίς, ἐγγινομένη μοι ἀπὸ τοῦ σοῦ λόγου παρεκάλεσέ με, καὶ παρεμυ θήσατό με, εἰς τό· ει ποτε περιστάσεις, η κίνδυνος, η θανάτου προσδοκία, η νόσος χα λεπὴ, η ἀπώλεια τῶν ὑπαρχόντων, η διωγ μὸς, η τι δήποτε τῶν νομιζομένων χαλεπῶν κατελάμβανέ με, ἡ ἐπὶ σὲ ἐλπὶς παράκλησίς μου η ν. –Συντόμως δὲ εἰπεῖν, πάντα τὰ περιστατικὰ ταπείνωσις ἑαυτοῦ, ὡς ει ναι τὸν καιρὸν τῶν περιστάσεων καὶ τῶν πειρασμῶν ταπείνωσιν τῆς ψυχῆς καταλειπομένης καὶ παραδιδομένης τῷ πειράζοντι, ι να ἀγωνίση ται πρὸς τὴν ἀντικειμένην δύναμιν. Καὶ διὰ τοῦτο τὸ λόγιόν σου ε ζησέ με, τουτέστιν ἐ ζωοποίησέ με. Οὐδὲν γὰρ α λλο ποιεῖ ζῆν λο γικὴν ψυχὴν τὴν ἑαυτῆς ζωὴν ὡς τὸ λόγιον τοῦ Θεοῦ. Καθ' ο γὰρ αυ ξει τὸ λόγιον τοῦ Θεοῦ, καὶ νοούμενον καὶ παραλαμβανόμενον εἰς τὴν τοῦ ἀνθρώπου ψυχὴν, κατὰ τοῦτο αυ ξεται καὶ τὸ τῆς ζωῆς. Ταῦτα δέ ἐστιν τὸ σὺν ἀρετῇ ζῆν ἐνταῦθα, μετὰ ταῦτα δὲ καὶ τὴν αἰώνιον δίδωσι ζωήν. 118.52 ̓Εμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Ετι τὴν διάθεσιν κατανοήσωμεν τοῦ δι καίου. Μιμνησκόμενος, φησὶ, τῶν περὶ ἡ μᾶς ἀπὸ τοῦ Θεοῦ, τῶν ἀπ' αἰῶνος καὶ ε ως αἰῶνος ἀποδοθησομένων ἑκάστῳ παρακα λεῖται, καὶ α λυπος μένει καὶ ἀτάραχος, καὶ λέγει· Οὐκ α ξια τὰ παθήματα τοῦ νῦν και ροῦ πρὸς τὴν μέλλουσαν δόξαν

About this text

Origen of Alexandria, Fragmenta in Psalmos (Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Fragmenta in Psalmos (Greek) — new OET from PG 12 Greek.

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.