Commentary on Romans (Greek Catena) · §u05-rem-close

Unit 5 rem close

Rem CLOSEOUT: Unit 5 CLOSEOUT.

Greek

ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ χαρίσεται ἡμῖν τὰ πάντα; ὥσπερ ἀνακ<ε>φαλαιούμενος τὰ προειρημένα καὶ ἐπ' ἐκεῖνα ἀναφέρων ταῦτά φησιν, οὐ παρὰ τὸ ἐναργὲς λέγων. ἑώρα γὰρ κατὰ τὸ καὶ ἔ ε θε μ(ι) ούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου ὡς πολλοὶ καθ' ἡμῶν, καὶ οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ τὰ πρὸς ἃ ἡ πάλη, ἀρχαὶ καὶ ἐξου ίαι καὶ κο μοκράτορε τοῦ κότου τούτου καὶ τὰ πνευματικὰ τῆ πονηρία ἐν τοῖ ἐπουρανίοι καὶ αὐτὸς ὅλος ὁ πλεονεκτεῖν ἡμᾶς θέλων Σατανᾶ · μὴ παρὰ τὸ ἐναργὲς δὲ λέγων τὸ εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, εὐτελὴς καὶ οὐδενὸς λόγου ἄξιός ἐστιν καὶ οὐδὲν δυνάμενος ἕκαστος τῶν καθ' ἡμῶν· μὴ οὖν εὐλαβεῖσθε μηδὲ ταράσσεσθε· εἰ μὲν γὰρ μόνοι ἦτε καὶ μὴ μετὰ θεοῦ πρὸς τοιούτους ἀνθιστάμενοι, κἂν εὔλογόν τι ἔχειν ἐδοκεῖτε φοβεῖσθαι ἡμᾶς· νυνὶ δὲ θεοῦ ὄντος ὑπὲρ ἡμῶν, εἰς τίνα μετρηθήσεται τὰ τοσαῦτα καθ' ἡμῶν ἢ εἰς οὐδέν; 50 viii 33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; θεὸς ὁ δικαιῶν· τίς ὁ κατα κρίνων; δοκεῖ μοι τοῦτο ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον ὄντα κατήγορον καὶ τῶν ἐκλεκτῶν οἷς ἐγκαλέσει· οὐδεὶς γάρ ἐστιν οὗ ἐκεῖνος μὴ κατηγορήσει καὶ ᾧ οὐκ ἐγκαλέσει, εἰ μὴ μόνος Ἰησοῦς, ὃ ἁμαρτίαν οὐκ ἐποίη εν, καὶ διὰ τοῦτο λέγων νῦν ἔρχεται ὁ ἄρχων τοῦ κό μου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. διὰ τοῦτο οὖν ἐκεῖνος ἐξευτελίζεται ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν θεοῦ· τοῦ γὰρ θεοῦ δικαιοῦντος τίς κατακρίναι δύναται, κἂν ὁ κατήγορος φέρει εἰς μέσον τὰ ἀπηλιμμένα ἐφ' οἷς κατεκρίθησαν εἰ μὴ ἀπήλιπτο; ἐδικαίωσεν δὲ αὐτοὺς ὡ νεφέλην ἀπαλείψα τὰ ἀνομία αὐτῶν καὶ ὡ γνόφον τὰ ἁμαρτία αὐτῶν καὶ λευκάνα τοὺς πρότερον ἡμαρτηκότας ὡ xiόνα. 51 viii 37 ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. νικᾷ μὲν ὁ μετὰ ἀμφηρίστου ἀγῶνος τοὺς ἐν τοῖς ἀγωνιζομένοις περὶ νίκης περιγενόμενος τοῦ ἀνταγωνιστοῦ· ὑπερνικᾷ δὲ ὁ μηδὲ τὴν ἀρχὴν ἐπιτρέψας στῆναι πρὸς αὐτὸν τῷ ἐναντιουμένῳ. τοιοῦτος ὁ Παῦλος καὶ οἱ τὴν ὁμοίαν αὐτῷ παρασκευὴν πρὸς τοὺς πειρασμοὺς ἀνειληφότες, τὸ θλίβον καταπατοῦντες καὶ ἐντρυφῶντες τῷ τενοχωροῦντι καὶ τὸ διῶκον τῇ ὑπομονῇ διώκοντες, καὶ τὸν λιμὸν διὰ τὴν οὐράνιον τροφὴν γελῶντες, καὶ τὴν γυμνότητα ἐν οὐδενὶ τιθέμενοι δι' ὃν ἐνδέδυνται Χριστόν, καὶ τὸν κίνδυνον ὡς οὐ κινδυνεύοντες καταπατοῦντες, καὶ τὴν μάχαιραν διὰ τὸν ζῶντα τοῦ θεοῦ λόγον οὐδὲν χαλεπὸν ἐργάσασθαι αὐτοὺς πειθόμενοι. 52 viii 38, 39 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ὅρα εἰ μὴ εὐλόγως τὸ μὲν πέπεισμαι ὅτι οὐ δύναται ἡμᾶς χωρίσαι τάδε τινὰ ἔταξεν ἐπὶ τῶν μειζόνων ἢ κατὰ ἄνθρωπον πειρα μῶν, τὸ δὲ τί ἡμᾶ χωρί ει ἐξευτελίζων τοὺς ἀνθρωπίνου ἐπὶ τῶν ἐλαττόνων γυμνασίων τῆς ἀνθρωπίνης ψυχῆς· καὶ ἐὰν ὑπερνικῶμεν δὲ τὰ πρότερα καὶ ἀνθρώπινα, οὐ χωρὶς συμπνοίας καὶ ἐνεργείας κρείττονος αὐτῶν περιεσόμεθα· διὸ καλῶς ὁ Παῦλος προσέθηκεν τὸ διὰ τοῦ ἀγαπή αντο ἡμᾶ . πρόσχες δὲ εἰ θάνατος μὲν παλαίει βουλόμενος χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ οὐχ ὁ κοινὸς περὶ οὗ ἀνωτέρω εἴρηται τὸ ἕνεκέν ου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἀλλ' ὁ ἐχθρὸ Χριστοῦ καὶ ἔ χατο καταργηθη όμενο · βουλήσεται μὲν γὰρ οὗτος χωρίσαι, φέρε εἰπεῖν, Παῦλον, οὐ δυνήσεται δὲ καταργούμενο ὑπὸ τοῦ ἐν αὐτῷ Χριστοῦ· ζωὴ δὲ οὐχ <ἡ> τῷ θανάτῳ τούτῳ ἐναντία, τὰ γὰρ ἀλλήλοις ἐναντία οὐ πέφυκεν ἓν καὶ ταὐτὸν βούλεσθαι, ἀλλὰ ἡ καθ' ἣν ζῇ τις τῇ ἁμαρτίᾳ καὶ τοῖς εἴδεσιν αὐτῆς καὶ τῷ ψεύδει· εἰ δὲ καὶ καθ' ἕκαστον εἶδος ἁμαρτία ἔστι τις φαύλῃ ζωῇ, ἐπιστήσεις διὰ τὸ κρεῖττον τὸ ἔλεό ου ὑπὲρ ζωά · αὕτη γὰρ βουλήσεται μὲν χωρίσαι τὸν ἐν τῇ ἀγάπῃ τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ, οὐ δύναται δέ, καταργουμένη πῇ μὲν ὑπὸ τοῦ θανάτου καθ' ὃν ἀποθνή κει τις τῇ ἁμαρτίᾳ, πῇ δὲ ὑπὸ τῆς ζωῆς ἡμῶν ἥτις κέκρυπται ὺν τῷ Χρι τῷ ἐν τῷ θεῷ. καὶ ἄγγελοι δὲ βούλονται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, περὶ ὧν λέλεκται τοῖ ἐξ εὐωνύμων Ὑπάγετε εἰ τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμα μένον τῷ διαβόλῳ καὶ τοῖ ἀγγέλοι αὐτοῦ. τὸ δὲ οὔτε ἀρχαὶ ἐπὶ τὸ οὐκ ἐ τὶν ἡμῖν ἡ παλὴ πρὸ αἷμα καὶ άρκα ἀλλὰ πρὸ τὰ ἀρχὰ καὶ τὰ ἑξῆς ἀναφέρεται,

About this text

Origen of Alexandria, Commentarii in epistulam ad Romanos (catena Greek) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Origen’s Commentarii in epistulam ad Romanos (catena Greek) — new OET from PG 14 Greek.

Witnesses

  • Copy-text PG 14 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.