Fragmenta in epistulam i ad Timotheum

Photius of Constantinople · c. 810–893 · PG 101-104; Fragmenta in epistulam i ad Timotheum (Khazarzar) · Original English Translation

Fragmenta in epistulam i ad Timotheum Unit 1 opening§u01-open

u01-openUnit 1.

Lemma-led open — , Οὐ τέθεικεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς τὸ κατ ἐπιταγήν. διὰ τί νῦν τίθησιν; ἐπειδὴ ἔμελλε

Greek · §u01-open

Fragmenta in epistulam i ad Timotheum (in catenis) 1 Tim 1,1 Οὐ τέθεικεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς τὸ κατ' ἐπιταγήν. διὰ τί νῦν τίθησιν; ἐπειδὴ ἔμελλε νομοθετεῖν τινα καὶ ἐκκλησιαστικοὺς κανόνας ἐκτίθεσθαι. προλαβὼν πείθει, ὅτι κατ' ἐπιταγὴν θεοῦ μέλλει λέγειν. 1 Tim 1,8®9 Καὶ μὴν ἔχει ὁ νόμος τὰ πρακτέα, καὶ ἡ χάρις τὰ ἀπαγορευτέα, ἀλλ' ἀπὸ τοῦ πλεονάζοντος ὠνόμασεν ἕκαστον, καὶ μάλιστα ὅτι ἐν τῇ χάριτί εἰσιν τοῦ σωτῆρος αἱ ἐντολαί–οὐ νόμοι–, ἀλλὰ τῇ προαιρέσει καταλιμπανόμεναι. ἅπερ ἐὰν μὴ γένηται, οὐ πάντως κατακέκριται ὁ μὴ πεποιηκώς, ὡσανεὶ τὸ τῆς παρθενίας κτῆμα καὶ εἴ τι τοιοῦτο ἕτερον. 1 Tim 2,5®6 Ἀλλ' ἴσως ἐρεῖ τις· πῶς θεὸν εἶναι φῂς τὸν ἀποθανόντα τοῦ Παύλου σαφῶς εἰρηκότος ἐν οἷς γέγραφε πρὸς Τιμόθεον· ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. τί οὖν; οὐκ ἀκούεις αὐτοῦ λέγοντος ὡς ὁ κύριος τῆς δόξης ἐσταύρωται; καὶ ὅτι ἐξ Ἰούδα ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν; καὶ ὅτι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας; εἷς γὰρ ἦν ἐξ ἀμφοῖν θεότητός τε καὶ ἀνθρωπότητος, τελείως ἐχουσῶν κατὰ τὸν ἴδιον λόγον τῶν φύσεων, ὁμοούσιος ὢν τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος τοῖς ἀνθρώποις ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα. καὶ γὰρ καὶ τὸν καθ' ἡμᾶς ἄνθρωπον ἐκ ψυχῆς ὄντα καὶ σώματος καὶ τελοῦντος εἰς μίαν ὑπόστασιν, ζῶον εἶναί φαμεν θνητὸν λογικόν· ἀλλὰ κατὰ μὲν τὸ σῶμα θνητόν, κατὰ δὲ ψυχὴν λογικόν. πλὴν ὅλον τὸ ζῶον θνητὸν προσηγόρευται καὶ ὅλον κέκληται λογικόν, καὶ οὔτε συγκέχυται τὰ ἐξ ὧν 337 συντέθειται φυσικῶς, οὔτε μὴν εἰς δύο πρόσωπα διῄρηται. οὕτω καὶ ὁ Ἐμμανουὴλ ἐκ δύο φύσεων εἷς ὢν καὶ μία ὑπόστασις καὶ μία φύσις αὐτοῦ τοῦ λόγου σεσαρκωμένη οὔτε συνέχεε τὰ ἐξ ὧν ἡ ἀπόρρητος ἕνωσις γέγονεν, οὔτε μένων εἷς δίδωσι τῇ δυάδι παρείσδυσιν ἐξ ἧς ἡ διαίρεσις· τὸ γὰρ ἓν κυρίως οὐκ ἄν ποτε γένοιτο δύο, μεταστὰν δὲ εἰς δύο τοῦ ἓν εἶναι πάντως πεπαύσεται. εἷς τοίνυν ὑπάρχων Ἰησοῦς Χριστός, κἂν ἐκ μέρους ὀνομάσειέ τις καὶ ἄνθρωπον εἴποι, σεσαρκωμένος νοεῖται θεός, καὶ ἔμπαλιν θεὸν καλέσειε, λόγος ἐνανθρωπήσας κατασημαίνεται. διὰ τοῦτο γὰρ εἰδότες αὐτὸν ἕνα καὶ ἀδιαίρετον, ἀναγκαίως κεχρήμεθα τῷ προδιορισμῷ λέγοντες ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, καὶ τὸν αὐτὸν παθητὸν τῇ σαρκὶ καὶ ἀπαθῆ τῇ θεότητι. κατὰ τὸ ὅμοιον δὲ σχῆμα κἀκεῖνο τὴν θεόπνευστον γραφὴν διεξϊοῦσαν ἰδεῖν· πῆ μὲν γὰρ παραδεδόσθαι λέγεται Χριστὸς ὑπὸ τοῦ πατρός, πῆ δὲ αὐτὸς ἑαυτὸν παραδεδωκέναι γέγραπται. καὶ Ῥωμαίοις δὲ ἐπιστέλλων ὁ Παῦλός φησι περὶ τοῦ πατρός· ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Τιμοθέῳ δὲ γράφει ταυτί· εἷς θεὸς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. καὶ θέα μοι τῆς γραφῆς τὸ ἀπεξεσμένον καὶ ἀκριβές. ἔνθα μὲν γὰρ ἔφησεν ἴδιον υἱὸν τοῦ θεοῦ καὶ πατρὸς τὸν Χριστόν, καὶ εἶπεν· ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, δηλῶν ἴδιον εἶναι τὸν τῆς αὐτῆς οὐσίας ὑπάρχοντα καὶ μὴ ἀλλότριον,

Unit 1 rem early§u01-rem-early

u01-rem-earlyRem early: Unit 1; lemma and argument toward the thesis.

Greek · §u01-rem-early

ἔπειτά γε τὸ ὑφειμένον καὶ οἰκονομικὸν τὸ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. ἔνθα δὲ προηγήσατο τὸ οἰκονομικόν, καὶ εἶπεν· ἄνθρωπος Ἰησοῦς Χριστός. προσεπήνεγκε τὸ θεοπρεπὲς καὶ οὐκ εἶπεν «ὁ παραδοθεὶς» ἀλλ' ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. Γαλάταις δὲ γράφων φησὶν οὕτως· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. τί τοίνυν τὰ οὕτως ἐντεχνέστατα; καὶ μετὰ πάσης ἁρμονίας τῆς θεοπρεπεστάτης εἰρημένα παρατρέχοντες καὶ τῇ Ἰουδαικῇ τυφλώσει καὶ σμικρολογίᾳ προστετηκότες οἱ Νεστορίου παῖδες προσφέρουσι τὸ παραδεδόσθαι τὸν Χριστὸν ἢ ὑπὸ τοῦ πατρὸς ἐγηγέρθαι, καὶ πειρῶνται δι' αὐτῶν, ὡς αὐτοῖς δοκεῖ, μὴ θεὸν αὐτὸν ἀληθῆ δεικνύναι μετὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον ἀληθῶς. 1 Tim 2,14®15 Ἐπειδὴ αὕτη ἡ γυνὴ ἐν παραβάσει γέγονε, σωθήσεται διὰ τῶν ἐσομένων αὐτῇ τέκνων καὶ τῶν ἐκγόνων οἳ κατορθώσουσι τὴν 338 εὐσέβειαν. τί οὖν, ἂν μὴ γένωνται αὐτῇ παῖδες, ἢ γεννῶνται μέν, μὴ ἄρρενες δέ; ἀλλ' εἰ καὶ τισὶ γίνονται, ἀλλὰ τῷ κοινῷ γένει γίνονται· δι' ὧν καθολικῶς λέγεται ἡ παράβασις τῷ τῶν γυναικῶν γένει. εἰ γὰρ ἡ μία ταῖς πάσαις τοῦ κακοῦ αἰτία, πῶς οὐκ εἰκὸς τὰς πολλὰς διὰ τῆς τῶν εὐσεβῶν γενέσεως λῦσαι τὸ διὰ μιᾶς γυναικὸς ἐπαχθὲν αὐταῖς κακόν, δεδωκότος τοῦ Χριστοῦ τὴν ἀρχὴν τῆς λύσεως δι' ἑαυτοῦ; σωθήσεται οὖν ἡ γυνὴ ἐκ τίνος; ἐκ τῆς παραβάσεως καὶ τῆς παρακοῆς· ὥστε δεῖ καὶ ἴδια ἔχειν κατορθώματα, ἵνα μὴ τῆς παρακοῆς συγχωρηθείσης τὰ ἄλλα ἁμαρτήματα καταδικάζῃ αὐτήν. οὐχ ἁπλῶς δὲ εἴρηται αὐτῷ· σωθήσεται διὰ τεκνογονίας, ἀλλ' ἵνα αἱ μητέρες ἐπὶ τοῖς παισὶν ἔχουσαι τὸ σωθῆναι ἐν πάσῃ αὐτοὺς εὐσεβείᾳ καὶ δικαιοσύνῃ ἀνατρέφωσιν. σωθῆναι δὲ διὰ τῆς τεκνογονίας. οὐ δι' ὧν παρέβη ἡ γυνὴ κρίνεται, ἀλλὰ δι' ὧν μήτηρ γίνεται τῶν ὑπακουόντων σωθήσεται, τοῦτ' ἔστι κατὰ τὸν τῆς ὑπακοῆς λόγον, ἐπεὶ ἔχει ἄλλῃ ἴδια κατορθώματα δι' ὧν σώζεται. τοῦτο δὲ λέγει, καθὼς ἔφθημεν εἰπόντες, ἵνα αἱ μητέρες ἀνατρέφωσι τὰ τέκνα ἐν εὐσεβείᾳ. Ἀπὸ τοῦ ὀνείδους τῆς παραβάσεως σωθήσεται διὰ τῆς τεκνογονίας. τοῦτο γάρ φησιν ὁ ἀπόστολος, οὐχ ἵνα ὀνειδίσῃ, ἀλλ' ἵνα προτρέψηται εἰς εὐσέβειαν καὶ εἰς τὸ τὰ τέκνα ἀνατρέφειν ἐν πίστει. 1 τιμ 3,1 Οὐκ εἶπε τιμῆς, οὐκ εἶπε δορυφορίας, ἀλλὰ καλοῦ ἔργου, οἷον καλοῦ πόρου, καλοῦ καμάτου διὰ τὴν τῶν ἐκκλησιῶν προστασίαν. εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. ὑπενέδωκεν οὐ τὸ τῆς ὀρέξεως ἀλλὰ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα τις καταρτίσῃ ἑαυτὸν εἰς ἐπιτηδειότητα ἐπισκοπῆς· μᾶλλον δὲ προτροπὴ βίου καλοῦ ἡ ἔνδοσις τῆς ὀρέξεως, καὶ ὥσπερ ἔφοδος γίνεται εἰς ἀγαθοεργίαν καὶ τὸν κάλλιστον βίον, ὥστε δόξας συγκεχωρηκέναι τὴν ἐπιθυμίαν δι'

Unit 1 rem mid§u01-rem-mid

u01-rem-midRem mid: Unit 1; lemma continues; reading with the letter.

Greek · §u01-rem-mid

ὧν ἐπιλέγει πλείονα προτρέπεται. Ὑπενέδωκεν τὸ τῆς ὀρέξεως, οὐ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα καταρτίσῃ ἑαυτόν τις εἰς ἐπιτηδειότητα ἐπισκοπῆς διὰ τῶν καλῶν ἔργων καὶ τῆς πίστεως. μᾶλλον οὖν προτροπή ἐστι καλοῦ βίου ἡ ἔνδοσις ὀρέξεως. ἡ δὲ ὄρεξις ὥσπερ εἴσοδος εἰς τὴν ἀγαθοεργίαν ἐστὶν καὶ τὸν κάλλιστον βίον. τοσαῦτα ἐξαριθμεῖται ὅσα προσήκειν δεῖ τῷ ἐπισκόπῳ ἃ ἀρκεῖ ἀποτρέψασθαι μᾶλλον ὥστε δόξας συγκεχωρηκέναι τὴν ἐπιθυμίαν, δι' ὧν καταλέγει ποταπὸν δεῖ εἶναι τὸν ἐπίσκοπον, πλέον ἀποτρέπει. 339 1 Tim 3,2®3 ∆ιδασκαλικώτατα παραινεῖ κατὰ μέρος ἐπάγων τῆς ἀνεπιλήπτου πολιτείας τὰ εἴδη. Οὐκ ἐγκαλῶν πλήττειν, ἀλλ' ὁ ἀλόγως κινούμενος· καταιδεῖ γὰρ δίκαιον ἔγκλημα, πλήττει δὲ ἄλογος μέμψις. 1 Tim 3,16 Ἀντὶ τοῦ ὤφθη μὲν ἐν σαρκί, ἐδικαιώθη δὲ ἐν πνεύματι πολιτευσάμενος. εἰ γὰρ καὶ ἐν σαρκὶ ἦν, ἀλλ' οὐ κατὰ σάρκα ἐπολιτεύετο, ἀλλ' ὑπέταξε τῷ πνεύματι τὴν σάρκα, δικαιοσύνης ἡμῖν ὑπανοίγων ὁδόν. ἢ καὶ τοῦτό φησιν ὅτι τοῦ πνεύματος σημεῖα ποιοῦντος, ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ πίστιν ὁ Χριστός. ὤφθη ἀγγέλοις. τίς; ὁ σταυρωθεὶς Χριστός. οὐ τοῦτο δέ φησιν ὅτι τὴν θεότητα αὐτοῦ οὐχ ὁρῶσιν οἱ ἄγγελοι· αὐτὸς γὰρ ὁ σωτὴρ ἔφη ὅτι οἱ ἄγγελοι ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός μου. ὅταν δὲ λέγῃ· θεὸν οὐδεὶς ἑώρακε πώποτε, δηλονότι οὐχ ἑώρακε καθώς ἐστιν, ἀλλὰ καθ' ὅσον δύνατον ἰδεῖν ἀγγέλῳ καὶ ἀνθρώπῳ. ἀόρατος οὖν ὁ θεὸς καὶ ἀγγέλοις καὶ ἀνθρώποις, ὤφθη δὲ διὰ τῆς οἰκονομίας. Ἡ ἐκκλησία ἡ ἐπὶ τῆς γῆς διὰ τῆς ὁμολογίας ἐδικαιώθη ἐν πνεύματι. ὅμοιόν ἐστι τοῦτο τῷ ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε· τοῦ γὰρ πνεύματος τὰ σημεῖα ποιοῦντος ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ τὴν πίστιν τῶν πιστευόντων. ὁ ἐπὶ σωτηρίᾳ ἀνθρώπων ἐληλυθὼς ὤφθη ἀγγέλοις· ἔδειξε διὰ τούτου ὅτι ἀόρατός ἐστιν ἡ θεότης τοῦ μονογενοῦς καὶ ἀγγέλοις, ὤφθη δὲ αὐτοῖς διὰ τῆς σαρκός. ἀνελήφθη ἐν δόξῃ· ἐπὶ νεφελῶν, φησίν. 1 Tim 5,10 Ἀντὶ τοῦ εἰ μὴ ἀπώσατο χηρεύουσα ἃ ἔσχε τέκνα. Εἰ ἐξενοδόχησεν· πιστοὺς δηλονότι καὶ ἐν γάμῳ καταλεγομένη. Εἰ ἁγίων πόδας ἔνιψεν. τοῦτο προσέθηκεν εἰς τὸ δεῖξαι ὅτι καὶ μετ' ἐπιμελείας αὐτοὺς ὑποδέχεσθαι χρή. δῆλον δὲ ὅτι καὶ τὰ 340 κατὰ δύναμιν ἀπαιτῶν ταῦτα πάντα φησίν· οὐ γάρ ἐστιν τῆς τοὺς δύο ὀβολοὺς καταβαλούσης ἀπορωτέρα. 1 Tim 5,12 Ὅτι ἐπαγγειλάμεναι τῷ Χριστῷ μένειν οὕτως ὕστερον ἐγαμοῦντο. πρώτην δὲ λέγει πίστιν ἀντὶ τοῦ πρώτην ὑποταγήν, καὶ πάλαι πρώτην τὴν πρωτεύουσαν καὶ ἄκραν καὶ πάντων ἀνωτάτην αὐταῖς. 1 Tim 5,17 ∆ιδασκαλία μέν ἐστιν ἡ διὰ τῶν λόγων τῆς γραφῆς ἁπλῆ παράδοσις καὶ ἡ τῶν ἐν τοῖς λόγοις νοημάτων ἐξήγησις,

Unit 1 rem close§u01-rem-close

u01-rem-closeRem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek · §u01-rem-close

λόγος δὲ ὁ τὰ νοήματα παριστῶν. 1 Tim 5,24®25 Ἐπειδὴ εἶπεν ἄνω· χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις, νῦν τὴν αἰτίαν λέγει δι' ἣν εἶπεν ἐκεῖνο. οὐ πάντων φανερά ἐστι τὰ ἁμαρτήματα· πολλοὶ γὰρ καὶ κρύπτοντες ἁμαρτάνουσιν. λέγει οὖν· δοκίμαζε τῷ χρόνῳ· τὸ γὰρ σήμερον λαθεῖν δυνηθὲν αὔριον ἐλέγχεται καὶ τῶν ἁμαρτημάτων τὰ μὲν φανερά ἐστιν εἰς κρίσιν προάγοντα τὴν τῶν ἀνθρώπων– πάντες γὰρ ἴσασιν ὅτι ἁμαρτάνουσιν καὶ κρίνουσιν αὐτοὺς ἀναξίους–, τινὰ δὲ μετὰ ταῦτα φαίνεται καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται. ἐπειδὴ τοίνυν οὕτως ἔχει τὰ κατὰ τοὺς ἀνθρώπους, χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μή ποτε εὑρεθῇ εἰς τὸ λεληθὸς ἁμαρτάνων καὶ ἀναξίως προαχθῇ καὶ κοινωνήσῃς αὐτῷ τοῦ πταίσματος. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστιν. ἐπὶ τῶν καλῶν ἔργων τοῦτο μόνον εἶπεν, ὅτι κρυβῆναι οὐ δύναται– οὐκ εἶπεν ὅτι λανθάνει–, ἐπὶ δὲ τῶν κακῶν ἔργων τινὰ μὲν πρόδηλά ἐστιν, τινὰ δὲ λανθάνει. διὰ τί; ὅτι τὸ καλὸν ταχέως τις οὐ κρύπτει· ὁ γὰρ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ὁ δὲ κακοποιῶν κρύπτει λανθάνειν βουλόμενος. 1 Tim 6,2 Ὁ εὐλαβὴς καὶ πιστὸς δεσπότης ταχέως ἔστησε λαμβάνειν τῆς τοῦ δούλου εὐεργεσίας καὶ εὐνοίας, καὶ ὢν χρηστός, εὐγνώμων πρὸς αὐτὸν γίνεται. 341 Εἰς τὸ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι, ἀντὶ τοῦ οἱ εὐαισθητοῦντες πρὸς τὸ ἀμείψασθαι. 1 Tim 6,5 Ὥσπερ ἐκ τῶν παρατρίψεων τοῦ τε λίθου καὶ τοῦ ξύλου πῦρ τίκτεται, οὕτως ἐκ τῆς συναγωγῆς τῶν φαύλων ἡ ἀσέβεια γεννᾶται. 1 Tim 6,13 Οὐχ ἁπλῶς εἴρηται τοῦ ζωοποιοῦντος, ἀλλ' ἵνα ὑπομνήσῃ ὅτι ὁ ζωοποιῶν καὶ διδοὺς τὴν ἀναβίωσιν ἑκάστῳ, καὶ τὸν μισθὸν ἀποδώσει ἑκάστῳ ἄξιον κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως, ἐπειδὴ τηρήσεως ἔμελλε παραγγέλλειν τῆς κατὰ τὴν πίστιν. Οὐχ ἁπλῶς δὲ ἔθηκε τὴν λέξιν· εἰ γὰρ τὰ πάντα ζωογονεῖ, δηλονότι τοὺς ἀνθρώπους τοὺς εὐσεβεῖς ἀξιώσει καὶ τῆς ἀναστάσεως πρὸς τῇ κοινῇ ζωογονήσει, καὶ τῶν ἀποθνησκόντων σωμάτων τὴν ἀναβίωσιν διδούς. μέλλων οὖν παραγγέλλειν ἐφ' ᾧ τε τηρῆσαι τὴν ἐντολὴν ἄσπιλον, μνημονεύει τοῦ ζωογονοῦντος, ἵνα ἡ ἐλπὶς τῆς ζωώσεως ἐκείνης προτρέψηται πρὸς εὐσέβειαν. ἐπισημαντέον δὲ ὅτι ζωογονοῦντος τὰ πάντα εἶπεν, οὐχ ἵνα καὶ τὰ ἄψυχα ζωογονεῖν αὐτὸν οἰηθῶμεν. τοιοῦτόν ἐστι καὶ τὸ πάντα δι' αὐτοῦ ἐγένετο· οὐ γὰρ πάντως τὰ πάντα, ἀλλὰ περὶ ὧν ὁ λόγος. 1 Tim 6,16 Ὡς τῶν κτισμάτων κατὰ τὴν αὐτοῦ χάριν καὶ βούλημα μενόντων ἐν ἀθανασίᾳ καὶ ἀφθαρσίᾳ καὶ τῆς ἐξ αὐτοῦ μεθέξεως δεομένων, κἂν ἀθάνατον ἔλαχον φύσιν ὥσπερ οἱ ἄγγελοι, μόνου δὲ αὐτοῦ τοῦτο κυρίως ὑπάρχοντος, ἐπειδήπερ ἐστὶν αὐτοζωὴ καὶ τῶν ὄντων ἁπάντων σύστασις καὶ χορηγία παντὸς ἀγαθοῦ.

Contents ↑