De caeco nato · §u03-open

De caeco nato Unit 3 opening

Unit 3.

Lemma-led open — οὕτως ὁμολογεῖς; Ναὶ, φησίν· ἀλλ ἐκεῖ τῇ ὁμολογίᾳ ἀκολουθεῖ θάνατος, ὧδε τῇ ὁμολογίᾳ ἕπετα

Greek

οὕτως ὁμολογεῖς; Ναὶ, φησίν· ἀλλ' ἐκεῖ τῇ ὁμολογίᾳ ἀκολουθεῖ θάνατος, ὧδε τῇ ὁμολογίᾳ ἕπεται μετάνοια καὶ ζωή. Ἄξια γὰρ ἡμεῖς ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Εἰ ἡμεῖς, φησὶ, δικαίως· οὗτος ἀδίκως. Ἡμεῖς γὰρ τοὺς ζῶντας ἐφονεύσαμεν, οὗτος τοὺς νεκροὺς ἤγειρεν· ἡμεῖς τὰ ἀλλότρια ἐσυλήσαμεν, οὗτος τὸν ἴδιον πλοῦτον τῇ οἰκουμένῃ δέδωκε. Μάχεται ὁ λῃστὴς τῷ συλλῃστῇ, καί φησι· Μέχρι τούτου τοῦ καιροῦ τοῦ κατὰ τὸν σταυρὸν ἀλλήλοις συνήλθομεν καὶ συνωδεύομεν, ἀλλὰ νῦν ἀπὸ τοῦ σταυροῦ σχίζεταί μοι ἡ ὁδός· ἐὰν θέλῃς συνοδεῦσαί μοι πρὸς τὴν ζωὴν, ἐλθέ· εἰ δὲ μὴ, τὴν οἰκείαν πορεύου. Ἔνθεν, ὅτε σὺν σοὶ συνώδευον, τὴν πρώτην μετὰ σοῦ ἤμην· ἀλλὰ νῦν ὁ σταυρὸς ἔσχισεν αὐτὴν τὴν ὁδὸν τὴν δευτέραν εἰς δύο. Μετανοίᾳ σχίζεται ἡ ὁδὸς τῶν λῃστῶν. Καὶ ἦν ὁ ψαλμὸς καὶ τὸ τέλος τοῦ ψαλμοῦ τότε πληρούμενον· Γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Ὅτε οὖν συνηγόρησεν ὁ λῃστὴς τῇ ἀληθείᾳ, στρέφεται πρὸς τὸν βασιλέα τῆς δόξης, καί φησι, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν βασιλείᾳ σου. ϛʹ. Αἰσχυνέσθωσαν λοιπὸν οἱ Ἀρειανοὶ, καὶ ἀκουέτωσαν τί ὁ λῃστὴς λέγει· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὁ λῃστὴς βλέπει ἐσταυρωμένον, καὶ Κύριον ὁμολογεῖ· ὁ αἱρετικὸς ὁμολογεῖ σύνθρονον τοῦ Πατρὸς, καὶ ὡς κτίσμα βλασφημεῖ. Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἤθελόν τινα εἰπεῖν πρὸς τὸν λῃστήν· Μνησθείη σου ὁ Χριστὸς, τί ἄξιον ποιήσαντος; Ὅτι ἐφόνευσας; ὅτι ἐσύλησας; λέγεις γὰρ, Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἀλλὰ μή τις νομιζέτω, ὅτι κατὰ χάριν μόνον ἔσωσε τὸν λῃστὴν ὁ Χριστὸς, ἀλλὰ κατὰ ὀφειλὴν ἐχρεωστεῖτο αὐτῷ. Ποῖον χρέος; φησίν· ὅτι ἐδικαιοπράγησεν; ἐλεημοσύνας ἔδωκεν; τὰ ἴδια ἐμέρισεν, ἐνήστευσεν, ἠγρύπνησεν; ἐποίησε πρᾶγμα, ὃ μηδεὶς ἄλλος; Ἀλλ' ὅτι ἐπίστευσε τῷ Θεῷ; Καὶ προφῆται ἐπίστευσαν τῷ Θεῷ, καὶ πατριάρχαι ἐπίστευσαν, ὑμνογράφοι ἐπίστευσαν, ἀπόστολοι, κήρυκες, μάρτυρες· ἀλλ' οὗτοι πάντες ἐν δόξῃ θεασάμενοι τὸν Θεὸν, οὗτος δὲ ἐν ὕβρει. Ἀλλὰ στῆσον μυρίους οἰκέτας δουλεύοντας δεσπότῃ, ὅτε ὁ δεσπότης ἐστὶν ἐν εὐπραγίᾳ καὶ τιμῇ·

About this text

Severianus of Gabala, De caeco nato (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s De caeco nato — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.