De caeco et Zacchaeo · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

ἠδύνατο ξηρᾶναι τοὺς ἀντιλέγοντας, πάντας ἀφανίσαι τοὺς θεομάχους. Ἀλλ' ἐπειδὴ οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, ὡς αὐτὸς ἔφησε, τὴν μὲν δύναμιν ἐνδείκνυται ἐπὶ τῆς ἀψύχου, τὴν δὲ φιλανθρωπίαν ταμιεύεται τοῖς ἀνθρώποις. Οὕτω καὶ ἐνταῦθα συνεχώρει τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα νεάζουσα ἡ μνήμη διαλύσῃ τὸ σκάνδαλον, ἵνα ἔχωσι τὴν θαυματουργίαν ἀπαστράπτουσαν. Ἀλλὰ διεδέξατο τὸ θαῦμα ἕτερον· μετὰ γὰρ τὴν ἀνάβλεψιν τοῦ τυφλοῦ, ἀνέβλεψεν ἄλλος τυφλὸς τὴν ψυχήν. Τίς οὗτος; Ὁ ἀρχιτελώνης ὁ τυφλώττων περὶ τὰ χρήματα, ὁ τῇ πλεονεξίᾳ τυφλὴν τὴν ψυχὴν ἔχων· οὐδὲν γὰρ οὕτως ἀποτυφλοῖ τὴν ψυχὴν, ὡς τὰ χρήματα. ∆ιὰ τοῦτό φησι Μωϋσῆς· ∆ῶρα γὰρ ἀποτυφλοῖ ὀφθαλμοὺς ἀνθρώπων, καὶ λυμαίνεται ῥήματα δίκαια. Ἦλθεν ὁ ἀρχιτελώνης, καὶ παρῄει ὁ Ἰησοῦς, ὁ πᾶσαν ἁμαρτίαν διαλύων, ὁ πᾶσαν κακίαν ἀφανίζων, ὁ μεταβάλλων τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν ἄγων. Ὁ Ζακχαῖος βραχὺς ἦν τὴν ἡλικίαν, ἐκτεταμένος δὲ τὸν πόθον· βραχὺς τὸ σῶμα, μέγας δὲ τὸ φρόνημα· ἐζήτει γὰρ τὸν Ἰησοῦν ἰδεῖν, καὶ οὐκ ἠδύνατο διὰ τὸ βραχὺ τῆς ἡλικίας· καὶ προλαβὼν, μηχανῇ πορίζεται τὸ ἐλλεῖπον τῆς ἡλικίας· ἀνατρέχει γὰρ ἐπὶ συκομορέαν, καὶ παριόντα τὸν Ἰησοῦν ἑώρα. Ἀλλ' ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, περὶ οὗ φησιν ὁ Παῦλος, «Ὁ εἰδὼς ἐκ περισσοῦ ποιεῖν ὧν αἰτούμεθα ἢ νοοῦμεν,» οὐ τοσοῦτον αὐτῷ ἔδωκεν, ὅσον ἐπόθησεν, ἀλλ' ὑπὲρ ὃ προσεδόκησεν. Ὁ μὲν γὰρ ἰδεῖν μόνον ἐπόθησεν, ὁ δὲ καὶ τῆς δεξιώσεως αὐτὸν ἠξίωσε. Καί φησι πρὸς αὐτὸν ὁ θεασάμενος αὐτοῦ τὴν διάνοιαν (πρὶν γὰρ ἀναβῇ εἰς τὴν συκῆν, οἶδεν αὐτοῦ τὴν διάνοιαν)· Ζακχαῖε, σπεύσας κατάβηθι. Καλὸς ἰξευτὴς ὁ Σωτὴρ, ἀπὸ δένδρου ψυχὴν καταφέρων. Ζακχαῖε, σπεύσας κατάβηθι. Ἐξέτεινεν αὐτῷ τὸν κάλαμον τοῦ λόγου, περιέθηκε τὸν ἰξὸν τῆς ἀγάπης, ἔλαβεν αὐτὸν ἀπὸ τῶν πτερύγων τῆς διανοίας, καὶ συνάγει αὐτὸν ὑπὸ τὴν ἑαυτοῦ Ἐκκλησίαν. Καὶ ὅρα, τί ποιεῖ. Ἵνα δὲ μὴ νομίσῃς τὸ ῥῆμα εἶναι τὸ βιασάμενον, ἀλλ' ὅτι ὁ λόγος τοῦ Θεοῦ ὡς ἰξευτής ἐστι, λέγει ὁ μακάριος Ζαχαρίας· Καὶ ἔδειξέ μοι Κύριος ἄγγος ἰξευτοῦ, καὶ εἶπέ μοι· Οὐ μὴ παρέλθω τὸν λαόν μου, ἕως ἂν, φησὶν, ἰξεύσω αὐτόν. Οὕτως ἀλήθεια μεμαρτυρημένη, ὅτι ὁ λόγος τοῦ Θεοῦ ἰξός ἐστι, τῇ ἀγάπῃ ὡς ἰξῷ τὰς ψυχὰς περιπλέκων· καὶ ὥσπερ ἐκείνη ἡ κόλλα οὐ δύναται λοιπὸν τὸ κατεχόμενον διαστῆσαι τοῦ κατέχοντος, οὕτω καὶ αἱ ψυχαὶ αἱ τῷ Σωτῆρι ἡνωμέναι κολλῶνται ὥσπερ τῇ κόλλῃ τοῦ ἰξευτοῦ. ∆ιὰ τοῦτο ὁ πιασθεὶς καλὸς νεοσσὸς ∆αυῒδ ἔλεγεν· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· καὶ πάλιν ὁ Ἀπόστολος, Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν. Ἰξεύει τὸν Ζακχαῖον, καὶ κατάγει αὐτὸν ἀπὸ τοῦ δένδρου, καὶ εἰσάγει ἑαυτὸν εἰς τὴν σκηνὴν αὐτοῦ, ἣν ποτὲ μὲν αὐτὸς ταῖς ἁμαρτίαις ἐγνόφωσε, σήμερον δὲ ὁ φωστὴρ τῆς εὐσεβείας κατηύγασεν. Ὡς οὖν εἰσῆλθεν ὁ Σωτὴρ, ὑπεδέξατο αὐτὸν ὁ τελώνης χαίρων. Ὢ τῆς πολλῆς ἀγαθότητος τοῦ ∆εσπότου! ὁ ἀναμάρτητος μετὰ ἁμαρτωλῶν, ἡ πηγὴ τῆς δικαιοσύνης μετὰ τῆς ὕλης τῆς ἀδικίας· ὕλη γὰρ ἀδικίας, πλεονεξία. Εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ τελώνου, οὐ τῷ γνόφῳ τῆς πλεονεξίας ὑβριζόμενος, ἀλλὰ τῇ αὐγῇ τῆς δικαιοσύνης τὴν πλεονεξίαν ἀφανίζων. Καὶ ὅρα τὸ θαυμαστόν· Εὐθέως ὁ Ζακχαῖος στὰς πρὸ τοῦ προθύρου λέγει· Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Οὐδέπω ἐδιδάχθης, καὶ ὑπακούεις; οὐδέπω ἔμαθες, καὶ ἐφύλαξας; Οὐδὲν εἶπεν ὁ Σωτὴρ, οὐδὲν ἐδίδαξεν, οὐ περὶ ἐλεημοσύνης ὑπέθετο, οὐ φιλοπτωχείαν ὑπηγόρευσε τότε, ἀλλ' ἐσιώπα, καὶ ἠρέμα κατηύγαζε· καὶ ὥσπερ ἥλιος εἰσχεόμενος διὰ τῶν ἀκτίνων εἰς οἶκον, 59.604 οὐ ῥήματι φωτίζει, ἀλλ' αὐτῇ τῇ ἐνεργείᾳ καταλάμπει· οὕτω καὶ ὁ Σωτὴρ εἰσελθὼν, ταῖς ἀκτῖσι τῆς δικαιοσύνης τὸν δρόμον τῆς ἀδικίας ἐξώρισε· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, ὥς φησιν ὁ εὐαγγελιστής. Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Καλῶς μερίζει τὴν πλεονεξίαν, τέμνει τὴν ἀδικίαν. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι. Πᾶν ὁλόκληρον ἰσχυρὸν, τεμνόμενον δὲ ἀσθενές. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι. Ὢ τῆς καλῆς φωνῆς, νικώσης τὴν φύσιν, μᾶλλον δὲ νικώσης τὴν συνήθειαν! δευτέρα γὰρ φύσις ἡ συνήθεια. Ἐξώρισε τὴν ἀπληστίαν, ἐπέγνω τὴν ἀλήθειαν. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἠδίκησα ἢ ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Ἐνταῦθα προσέχειν ἀκριβῶς χρὴ, ὅτι ὁ πλοῦτος τοῦ Ζακχαίου οὐκ ἦν ἐξ ἀδικίας μόνον, ἀλλὰ καὶ ἐκ πατρικῆς

About this text

Severianus of Gabala, De caeco et Zacchaeo (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s De caeco et Zacchaeo — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.