De caeco et Zacchaeo · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

καλείσθωσαν δὲ υἱοὶ Χαναναίων· οὐ γὰρ ἐφύλαξαν τὴν πίστιν τῆς Χαναναίας· κληθήτωσαν υἱοὶ λίθων καὶ ξύλων, οἱ λέγοντες τῷ λίθῳ, Πατήρ μου εἶ σὺ, καὶ τῷ ξύλῳ, ὅτι Σύ με ἐγέννησας. Ἐγὼ δὲ νομίζω καὶ τοὺς λίθους ἀρνεῖσθαι, καὶ τὰ ξύλα ἀπαγορεύειν τὴν οἰκειότητα τῶν ἀπίστων. ∆ύναται καὶ λίθος ἀρνεῖσθαι καὶ λέγειν· Οὐκ ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀσεβείας· οὐκ ἔστι μου τέκνον ὁ υἱὸς τῆς ἀδικίας· ἐγὼ γὰρ, εἰ καὶ λίθος εἰμὶ, ἤκουσα τῆς Γραφῆς λεγούσης· ∆ύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Εἶτα, Ναὶ, φησὶν, προσωποποιῇ ἐκ προσώπου τοῦ λίθου, καὶ λίθος λαλεῖ; Ἄκουε τοῦ προφήτου λέγοντος, ὅτι Λίθος ἐκ τοίχου φθέγξεται αὐτὰ, καὶ κάνθαρος ἐκ ξύλου λαλήσει. Κἂν ὑμεῖς σιωπήσητε, οἱ λίθοι κεκράξονται. Τί οὖν κληθῇ τὸ γένος τῶν ἀπίστων, εἰ μήτε υἱοὶ Ἀβραὰμ, μήτε Χαναναῖοι διὰ τὴν Χαναναίαν (ἤμβλυνε γὰρ αὐτῶν τὴν ἀπιστίαν ἡ αὐγὴ τῆς πίστεως τῆς Χαναναίας), μήτε υἱοὶ τῶν λίθων; Ἀρνοῦνται γὰρ καὶ οἱ λίθοι τὴν οἰκειότητα. Τί ὄνομα τοῖς ἀπίστοις· Ἱερεμίας αὐτοῖς ὄνομα ἔθετο· Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος. Φοβηθῶμεν τοίνυν καὶ ἡμεῖς, ἀδελφοί. Σεμνύνει σε ἡ τοῦ Χριστοῦ εὐγένεια; Φοβείτω σε ἡ τοῦ Χριστοῦ δικαιοκρισία. Περὶ ἐλεημοσύνης χθὲς ἐκηρύττετο, ὅτι δεῖ πάντα δεύτερα τίθεσθαι ἐλεημοσύνης, ὅτι δεῖ πάντων προτιμᾷν τὴν ψυχήν. Ἐθαύμασα καὶ ἑτέραν ἀγνωμοσύνην, ὅτι πῶς οἱ τέκνα μὴ ἔχοντες, υἱοποιητοὺς λαμβάνουσι· καὶ ὁ μὲν πατροποιεῖται, ὁ δὲ ἀδελφοποιεῖται. Υἱοποιῇ τὸν ἀλλότριον, καὶ φεύγεις τὸν ∆εσπότην; Υἱοποίησαι τὸν ἀντιδιδόντα σοι τὸν μισθόν· γένηταί σοι Χριστὸς υἱός. Φοβερὸν, φησὶ, τὸ ῥῆμα. Βλέπε τί λέγεις· μὴ προφάσει τοῦ λόγου ἐκτραπῇς τοῦ λόγου, μὴ εἰς ἀλογίαν κατενεχθῇς. Υἱὸν καλεῖς ἀνθρώπου τὸν Χριστόν; Ἐγὼ δὲ οὐ μόνον υἱὸν καλῶ, ἀλλὰ καὶ ἀδελφὸν, οὐκ ἀπ' ἐμαυτοῦ, ἀλλὰ ταῖς αὐτοῦ φωναῖς ἀκολουθῶν. Λέγουσιν αὐτῷ ποτε, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ζητοῦσί σε. Λέγει ὁ Σωτὴρ, Τίς ἐστι μήτηρ μου, ἢ τίνες εἰσὶν ἀδελφοί μου; Ὃς ἂν ποιῇ τὸ θέλημα τοῦ Πατρός μου, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. Εἰ δὲ μήτηρ αὐτοῦ, ἄρα υἱὸς τῆς μητρὸς ὁ τῇ προσηγορίᾳ τιμήσας τὴν δικαιοσύνην. Γενέσθω τοίνυν πᾶσα ψυχὴ μήτηρ Χριστοῦ κατὰ διάθεσιν. Πῶς μήτηρ Χριστοῦ; Πᾶσα ψυχὴ ὠδίνει ἐν αὐτῇ τὸν Χριστόν· ἐὰν δὲ μὴ μεταμορφωθῇ τῇ εὐσεβείᾳ, μήτηρ Χριστοῦ καλεῖσθαι οὐ δύναται. Ὅταν λάβῃς λόγον Χριστοῦ, καὶ πλάσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου· καὶ ὥσπερ ἐν μήτρᾳ τῷ λογισμῷ μεταμορφώσῃς, καλῇ μήτηρ αὐτοῦ. Καὶ ἵνα μάθῃς, ὅτι ἐν ἑκάστῳ Χριστὸς μορφοῦται, καὶ μήτηρ Χριστοῦ γίνεται, λέγω δὴ τοῦ λόγου τοῦ Χριστοῦ, ἑκάστου ἡμῶν ἡ ψυχὴ, λέγει Παῦλος· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Εἰργάσω δικαιοσύνην; Ἐμόρφωσας ἐν τῇ ψυχῇ Χριστόν. Ἐπέδωκας ἐλεημοσύνην. Ἐμόρφωσας τὸν χαρακτῆρα τῆς ἀληθείας· οὐχ ὅτι καθ' ἕκαστον Χριστὸς μορφοῦται· Χριστὸν γὰρ καλεῖ τὸν λόγον τῆς εὐσεβείας, δι' οὗ τὸν χαρακτῆρα τῆς ἀληθείας ἀναλαμβάνομεν. Ἐπέδωκας ἐλεημοσύνην; Ἐμόρφωσας Χριστόν. Ἐποίησας δικαιοσύνην; Ἐμορφώθη ὁ χαρακτὴρ τῆς ἀληθείας. ∆εῖ οὖν προσέχειν πῶς χρὴ ἀδελφοποιῆσαι τὸν Χριστόν. Λάβε αὐτὸν κοινωνὸν τῶν σῶν πραγμάτων. Οὐ θέλεις αὐτῷ χαρίσασθαι πάντα; Κἂν τὰ ἡμίση δὸς αὐτῷ ὡς ὁ 59.606 Ζακχαῖος. Αὐτῷ γὰρ, φησὶν, ἔδωκεν ὁ Ζακχαῖος, οὐ τοῖς πτωχοῖς. Ἀλλ' ἄκουε, ὅτι Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Πτωχοῖς διδοὺς, Χριστῷ δέδωκας. Οὐκ οἶδας, ὅτι τὰ δοθέντα εἰς ἑαυτὸν ἀναλαμβάνει; οὐκ οἶδας, πῶς φοβερόν σοι κριτήριον ἐνέγραψε λέγων· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ παλιγγενεσίᾳ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν; εʹ. Βλέπε, πῶς ὁ διὰ τῶν πτωχῶν δανειζόμενος, ὁμολογεῖ τὸ χρέος. Ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με. Οὐκοῦν τῷ μὲν φαινομένῳ σχήματι γυμνὸν ἐνδύεις, τῇ δὲ ἀληθείᾳ Χριστὸν περιβάλλεις. Ἔνδυσον Χριστὸν, ἵνα ἐνδύσῃ σε ἐν ἡμέρᾳ κρίσεως· σκέπασον αὐτὸν, ἵνα σκεπάσῃ σε ἐν ἡμέρᾳ ὀργῆς· ἄκουε τοῦ ∆αυῒδ λέγοντος· Ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Χρεία σκέπης· καταλαμβάνει τὸ πῦρ ἐκεῖνο τὸ φοβερὸν, ἡ γέεννα ἡ ἀπαραίτητος· καὶ ἐὰν μὴ ἡ Χριστοῦ χεὶρ σκεπάσῃ, τὸ πῦρ τὸ ἀλλότριον γνωρίσει. Οἶδεν ἐπιλαβέσθαι ἀλλοτρίων, οἶδε τιμᾷν ἁγίους, αἰδεῖται τὴν εὐσέβειαν, ἐπιλαμβάνεται τῆς ἀσεβείας.

About this text

Severianus of Gabala, De caeco et Zacchaeo (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s De caeco et Zacchaeo — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.