Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
μαρτύριον τοῦτο παραληφθῆναι. Ἐπειδὴ γὰρ τὸ ὄναρ τοῦ βασιλέως ἡρμήνευσε, καὶ ὡς θεὸς ὑπ' αὐτοῦ τοῦ βασιλέως προσεκυνήθη, καὶ ἐκλήθη Βαλτασὰρ τῷ ὀνόματι τοῦ θεοῦ τοῦ παρὰ Πέρσαις, ἵνα μὴ νομισθῇ διὰ τὸ ἐνεγκάμενον αὐτῷ ὄνομα τοῦ Βαλτασὰρ πεπαῦσθαι τοῦ πυρὸς τὴν ἐνέργειαν, οἰκονομεῖ Θεὸς μὴ προαχθῆναι τὸν ∆ανιὴλ εἰς μέσον, ἵνα ἀκέραιον ᾖ τῆς εὐσεβείας τὸ θαῦμα. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον· εἴη δ' ἡμᾶς, εὐχαῖς καὶ πρεσβείαις τῶν μαρτυρησάντων, τὸν αὐτὸν ζῆλον ἀναλαβόντας, τῶν αὐτῶν ἐπαίνων ἀξιωθῆναι, καὶ τῆς αὐτῆς βασιλείας τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
About this text
Severianus of Gabala, De tribus pueris (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s De tribus pueris — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.