Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
καὶ πάντες. Ro+m6,3 Ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῷ κόσμῳ καὶ ἀποτάττεσθαι τῇ ἁμαρτίᾳ καὶ τῷ διαβόλῳ. Ro+m6,4 Τὸ ἐν καινότητι ζῆν ἐστι τὸ καινῆς τινος καὶ νέας ἐνάρξασθαι ζωῆς, τὴν παλαιὰν τὴν ἐν ἁμαρτίαις ἀποθεμένους· καὶ γὰρ ἡ ἀναγέννησις καινοῦ τινος βίου καὶ νέου πολιτείαν ἐπαγγέλλεται. Ro+m6,6–7 Οἱ κατὰ τὸν παλαιὸν ἄνθρωπον ζῶντες σῶμα ἔχουσιν ἁμαρτίας, προκείμενον τῷ διαβόλῳ εἰς ἐπιβουλάς· οἱ δὲ κατὰ τὸν 219 νέον, τὸν κύριον ἡμῶν Ἰησοῦν, σῶμα δικαιοσύνης, ἐπειδὴ καὶ μέλη τοῦ κυρίου εἰσίν. οὐκοῦν τοῦ διαβόλου τοὺς ἀνθρώπους ἐξερεθίζοντος ἁμαρτεῖν, ἡττηθέντος διὰ Χριστοῦ καὶ τῷ σταυρῷ προσηλωθείσης τῆς σαρκὸς τοῦ λόγου, ὁ πονηρὸς ἐκβέβληται καὶ ἐλευθεριάζουσι νῦν οἱ βουλόμενοι· ὁ γὰρ ἀποθανὼν κατὰ τὸν τοῦ βαπτίσματος λόγον, τῷ κόσμῳ ἀπέθανε καὶ δεδικαίωται καὶ ἀπήλλακται τιμωρίας, τῆς ἁμαρτίας ἀπαλλαγείς. Ro+m7,5 Οὐ τὸ πταίειν παρεῖχεν ὁ νόμος ὁ προστάττων μὴ ἁμαρτάνειν, διὰ δὲ τοῦ συγχωρεῖν τὴν τρυφὴν τοῖς παθήμασιν. τὸ οὖν παρέχειν τοῖς παθήμασι πρόφασιν οὐκ ἦν τοῦ σκοποῦ τοῦ νόμου, τὸ δὲ συμβαῖνον τῆς οἰκονομίας ἦν δοθῆναι τότε. λέγω δὴ τὸ ἐσθίειν καὶ πίνειν ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν–κινεῖται γὰρ καὶ ἐν τοῖς νηστεύουσιν ἐπιθυμία, –ἀλλ' οὐκ ἐνεργεῖται εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. οὕτω διακονία θανάτου γέγραπται Μωϋσῆς, ἐπειδὴ ἐβάρει ὁ νόμος, καὶ ὃ μὲν ἐβούλετο οὐ κατώρθου, ὃ δὲ μὴ ἤθελεν προεξένει. Ro+m7,7–8 Οὐ κακός, φησίν, ὁ νόμος, οὐδὲ ἁμαρτία, ἀλλὰ γνωρίσαι μὲν τὴν ἁμαρτίαν, ἀποστῆσαι δὲ αὐτὴν οὐ δεδυνημένος, ἐπιδόσεως ἀφορμὴν αὐτῇ παρέσχεν. τοῦτο δὲ διὰ τί, φησίν. δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος, ἵνα συναποδείξῃ τῆς χάριτος τὴν ὑπερβολήν. οὕτως, φησίν, ἦν ἰσχυρὰ ἡ ἁμαρτία, ὅτι διὰ τῶν ἀπαγορευόντων μᾶλλον ἐκράτει καὶ πλέον ἴσχυεν· ὥσπερ φλόγα ἀρξαμένην μὲν καὶ τὸ τυχὸν σβέννυσιν ἐξαφθεῖσαν δ' ἐπὶ πλέον καὶ τὸ σβεστικὸν ὕδωρ πλέον ἅπτει, οὕτως τὴν ἁμαρτίαν πάσης τῆς οἰκουμένης κρατήσασαν καὶ πάντας ἐπινεμομένην ὁ νόμος ἤλεγξεν, σβέσαι δὲ οὐκ ἴσχυσεν. Ὅτι μηδὲ δύναται κατακρῖναι τὸν ἐν ἀγνοίᾳ ἁμαρτηκότα, ὁ δὲ νόμος δοθεὶς καὶ δείξας τὴν ἁμαρτίαν, δύναμιν δέδωκε τῇ ἁμαρτίᾳ. τοῦτο δὲ οὐ τοῦ νόμου κατηγορία, ἀλλὰ τῆς τῶν μὴ φυλαττόντων αὐτὸν ὀλιγωρίας ἔλεγχος. ὥσπερ δὲ χωρὶς νόμου ἁμαρτία νεκρά, οὕτω καὶ φυλαττομένου τοῦ νόμου ἡ ἁμαρτία νεκρά. Ro+m7,12 Νόμον μὲν τὸν Μωϋσαϊκὸν λέγει, ἐντολὴν δὲ τὴν ἐν τῷ παραδείσῳ τῷ Ἀδὰμ δεδομένην, ἁγίαν μὲν ὡς τὸ δέον διδάξασαν, δικαίαν 2 δὲ ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενέγκουσαν, ἀγαθὴν δὲ ὡς ζωὴν τοῖς φυλάσσουσιν εὐτρεπίζουσαν. Ro+m7,24–25 Θεωρήσας τοίνυν τῷ νῷ τὸν διὰ τοῦ σώματος κατὰ τῆς ψυχῆς γενόμενον πόλεμον καὶ δι' αὐτοῦ τὸν ἄνθρωπον αἰχμαλωτιζόμενον, καταφυγὴν σωτηρίας ζητεῖ καὶ τὸν ῥυόμενον περιβλέπεται, ἵνα αὐτὸ τὸ σῶμα τοῦ θανάτου εἰς σῶμα ζωῆς μεταποιήσῃ. εἶτα ὡς εὑρεθέντος τοῦ ῥυομένου καὶ ἑτοίμου ὄντος πρὸς τὴν χάριν τῆς σωτηρίας τὴν πρέπουσαν εὐχαριστίαν ἀναπέμπει τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ, δι' οὗ αὐτῷ καὶ τὸ ῥυσθῆναι τοῦ πολεμίου προσεγένετο. οὐ λέγει δὲ ἁπλῶς οὐδὲ εὔχεται ῥυσθῆναι τοῦ σώματος, ἀλλὰ τοῦ κατασχόντος τὸ σῶμα θανάτου διὰ τῆς ἁμαρτίας τοῦ θανάτου· θέλει γὰρ τὸ σῶμα ἑαυτοῦ ζωῆς εἶναι σῶμα, οὐ σῶμα θανάτου οὐδὲ σῶμα ἁμαρτίας. Ro+m8,9 Πνεῦμα Χριστοῦ εἶπεν τὰ χαρίσματα τῆς καινῆς διαθήκης. Ro+m8,15 Ἔνιοι δὲ πνεῦμα δουλείας τοῦ πονηροῦ φασιν, ἀλλ' οὐκ ἔστιν· τὸν γὰρ νόμον ὧδε πνεῦμα δουλείας λέγει καὶ δούλους τοὺς ὑπὸ νόμον· διὸ ὡς τιμωρούμενοι, εἰ ἔπταισαν, ἐφοβοῦντο, ὅπερ δουλείας ἐστὶ σημεῖον. τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν θεὸν καλεῖν διὰ τὸ τοῦ βίου καθαρὸν υἱοθεσίας ἐλπίδας ἐπαγγέλλεται· τὸ δὲ αὐτὸ πνεῦμά ἐστιν ἐπ' ἀμφοτέρων τῶν λαῶν ἐνεργῆσαν, τὸ τῆς δουλείας καὶ υἱοθεσίας κατὰ τὸ συμφέρον καὶ ἁρμόδιον κατὰ τὴν ἀμφοτέρων ἀξίαν. Ro+m8,19 Καραδοκία μέντοι ἡ ἐπιτεταμένη τῶν ἐλπιζομένων ἐπιτήρησις εἴρηται ἀπὸ τοῦ τὸν προσδοκῶντα τυχὸν καὶ ἐπικλίνειν τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς ἐντείνειν, ὡς παραυτίκα ἰδεῖν μέλλοντα τὸ προσδοκώμενον. 221 Ro+m8,29 Ἢ τῆς εἰκόνος τοῦ υἱοῦ, ἀντὶ τοῦ ἁγίου πνεύματος· ὥσπερ γὰρ ὁ υἱὸς τοῦ πατρὸς εἰκὼν ἀπαράλλακτος, οὕτω καὶ τὸ πνεῦμα τοῦ υἱοῦ. ὅσοι οὖν πνεύματος ἁγίου ἀξιωθέντες πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοί εἰσι τοῦ πνεύματος, ὅ ἐστιν εἰκὼν τοῦ υἱοῦ. Ro+m8,34 ∆ιὰ τούτων τὴν ἄμετρον τοῦ Χριστοῦ δείκνυσιν ἀγάπην ἣν ἔχει περὶ ἡμᾶς·
About this text
Severianus of Gabala, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s Fragmenta in epistulam ad Romanos — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.