Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
ἄκρον πάλιν τῆς ἀρετῆς βουλόμενος ὑποθέσθαι, φησίν· Ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Ὅθεν καὶ ὁ ∆αυΐδ φησιν· Οἱ ἀγαπῶντες Κύριον, μισεῖτε πονηρά. Οὐ γὰρ οἷόν τε καὶ θεοσεβεῖν καὶ πονηρεύεσθαι. Ἐκτίθεται δὲ αὐτοῦ καὶ τὴν ὕπαρξιν, ὅτι εἶχε πρόβατα ἑπτακισχίλια, καμήλους τρισχιλίας, ζεύγη βοῶν πεντακόσια, ὄνους νομάδας πεντακοσίας. ∆ιὰ τί ταῦτα ἐκτίθεται; Οὐ τὸν πλοῦτον θαυμάζων τοῦ Ἰὼβ, 56.570 ἀλλὰ σοὶ τῷ ἀκροατῇ καταλιμπάνων τὸ πλῆθος τῆς οὐσίας, ἵν', ὅταν αὐτὸν ἴδῃς μετὰ ταῦτα γεγυμνωμένον τῶν ὑπαρχόντων, καὶ μὴ στένοντα, θαυμάσῃς, ὅτι τόσων στερούμενος ἀγαθῶν, οὐκ ἀθετεῖ τὸν εὐεργέτην. οὐχ ὑβρίζει τὸν ∆ημιουργόν. Ταῦτα τοίνυν ἐγράφη, οὐχ ἵνα τὸν πλοῦτον θαυμάσῃς, ἀλλὰ ἵνα τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἐπαινέσῃς τοῦ δικαίου, καὶ πρὸ ὀφθαλμῶν ἔχῃς πάντοτε τὸν φόβον τοῦ Θεοῦ. Ἡ δὲ ἀκολουθία τὴν θεωρίαν εἰς ἕτερον καιρὸν ταμιεύσεται. Ὁ γὰρ διάβολος, ἀδελφοὶ, ἐπειδὴ εἶδεν αὐτὸν πλουτοῦντα τούτῳ τῷ πλούτῳ τῷ προσκαίρῳ, καὶ ἐκ τούτου τοῦ πλούτου τοῦ προσκαίρου τὸν αἰώνιον πλοῦτον ταμιευόμενον, ἐνενόησεν, ὅθ' ὥσπερ πλουτοῦντι αὐτῷ συνεπλούτησεν ἡ δικαιοσύνη, οὕτω καὶ πτωχεύοντι συμπτωχεύσει καὶ ἀρετή. Πειρᾶται οὖν αὐτὸν γυμνῶσαι τῶν χρημάτων, ἵνα γυμνώσῃ καὶ τῶν πλεονεκτημάτων. Ἐνταῦθα δὲ προσεχέτωσαν ἀκριβῶς οἱ λέγοντες· Μὴ ὁ Ἰὼβ οὐκ ἦν πλούσιος; μὴ ὁ Ἀβραὰμ οὐκ ἦν πλούσιος; διὰ τί οὖν ὑποτίθης ἡμῖν ἀκτημοσύνην; Ἐρῶ κἀγὼ πρὸς σέ· Γενοῦ κατὰ τὸν Ἰὼβ πλούσιος, καὶ ἐπεύχομαί σοι πλείονα κτήσασθαι· γενοῦ κατὰ τὸν Ἀβραὰμ, καὶ πᾶσα ἡ γῆ συνεύξεταί σοι τοῦ πλούτου. Εἰπὲ καὶ σὺ, ὡς Ἰὼβ, Ἡ θύρα μου ἀνέῳκται παντὶ θλιβομένῳ· εἰπὲ, Ὤμους πενήτων ἐθέρμανα· εἰπὲ, Ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων· εἰπὲ, Καὶ στόμα χήρας εὐλόγησέ με· καὶ πλούτει πλοῦτον ὃν θέλεις. Εὑρεθήσῃ γὰρ οὐ σαυτῷ πλουτῶν, ἀλλὰ τοῖς πένησιν οἰκονομῶν. Ἡ θύρα μου γὰρ, φησὶν, ἀνέῳκται παντὶ θλιβομένῳ. Μίμησαι τὴν ἀκρότητα ταύτης τῆς φιλοπτωχίας· ἔνδυσαι τὸν ζῆλον τῆς ὑπομονῆς· ἄνδρισαι κατὰ τῶν ἐναντίων· τὰ ἴσα φρόνησον. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Γένοιτο δὲ ἡμᾶς τὸν ζῆλον καὶ τὴν ὑπομονὴν ἔχοντας ἔναυλον, ἔχειν καὶ τὴν ἀκολουθίαν τῶν λειπομένων, καὶ ὑμᾶς παρ' ἡμῶν ἀπαιτεῖν τὰ λειπόμενα, καὶ ἡμᾶς ὑμῖν τιννύειν τῶν θεωρημάτων τὴν ἀκολουθίαν. Καὶ γένοιτο ἡμᾶς γνησίως καὶ τὴν ἑορτὴν ἐπιτελέσαι, καὶ τοῖς παθήμασι τῶν ἁγίων κοινωνήσαντας, κοινωνῆσαι καὶ τῷ πάθει Χριστοῦ. Ἀληθῶς γὰρ, ἀδελφοὶ, δικαίως προέλαμψε τοῦ πάθους τοῦ Χριστοῦ τὰ πάθη τῶν ἁγίων. Προέλαμψαν γὰρ, ὥσπερ ἀστραπαὶ, τὰ πάθη τῶν δικαίων, ἵνα μετὰ ταῦτα φανῇ ὁ Χριστὸς, ὥς φησιν ὁ Παῦλος, ὁ πᾶσι συμπάσχων, καὶ πᾶσι συνδοξαζόμενος. Εὐχαῖς οὖν καὶ πρεσβείαις τῶν ἁγίων Πατέρων, καὶ τοῖς εἰρημένοις στοιχήσαντες, καὶ τὰ λειπόμενα προσδοκήσαντες, δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος γʹ. αʹ Φέρε, καὶ ἡμεῖς ἁψώμεθα τῆς ὑποθέσεως, καὶ ὑμεῖς τῆς ἀκροάσεως· καὶ πάντες γινώμεθα τῆς ἑσπερινῆς ἀκολουθίας τοῦ Ἰὼβ, καὶ μετὰ πίστεως τῷ λόγῳ τῆς ὑπομονῆς ἑαυτοὺς παραστήσωμεν. Ἄτοπον γὰρ τὸν μὲν Ἰὼβ ἐπὶ κοπρίας καθήμενον μὴ ναρκῆσαι πρὸς τὴν εὐσέβειαν, ἡμᾶς δὲ ἐν ἐκκλησίᾳ χορεύοντας, ὀκνεῖν πρὸς τὴν ἀλήθειαν· καὶ τὸν μὲν μυρίοις ὀδυρμοῖς περιηχούμενον τῆς ἑαυτοῦ συμφορᾶς, μὴ κατακλασθῆναι τὴν ψυχήν· ἡμᾶς δὲ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καὶ θείαις Γραφαῖς περιᾳδομένους προδιδόναι ῥᾳθυμίᾳ τὴν προθυμίαν. Ἰὼβ ὑπὸ σκωλήκων διεσθιόμενος τὸ σῶμα, ἄτρωτον διεφύλαττε τὴν ψυχὴν πρὸς εὐσέβειαν· ἐκεῖνον σκώληκες οὐκ ἐνίκησαν, καὶ ἡμᾶς ἱδρῶτες καταπαλαίσουσι; Γενώμεθα καὶ ἡμεῖς ἄνθρωποι, ἄνθρωποι κατὰ τὸν ὅρον τὸν προαποδεδομένον. Τὸν γὰρ ἄνθρωπον χαρακτηρίζει τὸ ἄμεμπτον, τὸ δίκαιον, τὸ ἀληθινὸν, τὸ θεοσεβές. Καὶ ὥσπερ ἐπὶ τῆς κοινῆς συνηθείας ἐπειδάν τις τὸν ἑαυτοῦ οἰκέτην ἢ τὸν υἱὸν ἐπὶ πρᾶξίν τινα ἀποστέλλῃ, παρακελεύεται, λέγων· Ὡς ἄνθρωπος ἅψαι τῆσδε τῆς πράξεως, καὶ τὸ κοινὸν ὄνομα ἴδιον ποιεῖται θαῦμα, οὕτω κἂν πάντες λέγωνται ἄνθρωποι, μόνος ἐκεῖνος ἀληθὴς ἄνθρωπος, ὁ τὴν εἰκόνα σώζων, καὶ τὸ πρωτότυπον κάλλος μὴ ἀφανίζων. Εἶπεν αὐτὸν ἄνθρωπον, ἵνα ἀπὸ τῆς κοινῆς φύσεως τὴν πρόθεσιν ἐπαινέσῃς. Εἶπεν αὐτὸν ἀπὸ τῆς χώρας τῆς Αὐσίτιδος, ἵνα ἀπὸ τῆς χώρας τῆς κομώσης τὴν ἀσέβειαν, τὸν καρπὸν ἀνυμνήσῃς. Εἶπεν αὐτοῦ τὰ κτήματα, ἵνα
About this text
Severianus of Gabala, In Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In Job — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.