In Job Unit 4 opening
Unit 4.
Lemma-led open — οὐ πολλῷ μᾶλλον ὁ διάβολος ἀφορμὴν ἐλάμβανεν; Ἀλλὰ κρύπτει τοὺς στεφάνους, ἵνα γυμνώσῃ τοὺ
Greek
οὐ πολλῷ μᾶλλον ὁ διάβολος ἀφορμὴν ἐλάμβανεν; Ἀλλὰ κρύπτει τοὺς στεφάνους, ἵνα γυμνώσῃ τοὺς 56.576 ἄθλους· κρύπτει τὸ βραβεῖον, ἵνα δείξῃ τὸν ἀθλητήν. ∆ιὰ τί οὖν, φησὶ, καὶ τοῖς ἀποστόλοις οὐκ ἔκρυψεν; εἰ γὰρ διὰ τοῦτο οὐκ εἶπε τῷ Ἰὼβ, διὰ τί μὴ τῷ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν ἀποστόλων ἐσιώπησε τὸν ἆθλον; Ἰὼβ μόνος ἠγωνίζετο, ὑπὲρ ἑαυτοῦ ἔκαμνεν, ὑπὲρ ἑαυτοῦ ἠγωνίζετο· οἱ δὲ ἀπόστολοι, κήρυκες ἦσαν τῆς γῆς καὶ διδάσκαλοι τῆς οἰκουμένης. Αὐτοῖς μὲν οὖν κρύψαι ἠδύνατο, ἀλλὰ τῷ κόσμῳ ζημία τὸ πρᾶγμα ἐγίνετο. Ἠδύνατο Παῦλος ἄνευ στεφάνων ἐπαγγελίας ἀγωνίσασθαι· ἠδύνατο Πέτρος ἄνευ ἐπαγγελίας ἀνδρίσασθαι, ἠδύναντο οἱ ἀπόστολοι μὴ δεξάμενοι ἐπαγγελίαν ἀγαθῶν ὑπὲρ ἀρετῆς ἀγωνίσασθαι· ἀλλ' οὐ πανταχοῦ Παῦλος, οὐ πανταχοῦ Πέτρος· πολλῶν ἀσθενοῦσιν αἱ ψυχαὶ, πολλῶν ὀκλάζουσιν αἱ διάνοιαι. Εἰ γὰρ σήμερον βασιλείας κηρυττομένης, μελλόντων ἀγαθῶν ἀπολαύσεως, συνδιαιτήσεως ἀγγελικῆς, τῆς ἐν παραδείσῳ τρυφῆς, καταφρονοῦσι τῶν ἐπηγγελμένων πολλοὶ, προστετηκότες πρὸς τὰ παρόντα· εἰ πάντως ἐσιωπήθη, τίς ἂν προσέδραμε τῇ εὐσεβείᾳ; Εἰκότως οὖν, ἀδελφοὶ, τῷ μὲν Ἰὼβ οὐ δείκνυσι τὰ μέλλοντα, ἵνα στερεωτέραν δείξῃ τὴν πρόθεσιν· τοῖς δὲ ἀποστόλοις ἐπαγγέλλεται τὰ μέλλοντα, ἵνα τῶν ἀκροατῶν διεγείρῃ τὰς ψυχὰς, ἵνα τῆς οἰκουμένης νευρώσῃ τὴν διάνοιαν. Πολλοὶ νῦν ἀκούουσι περὶ βασιλείας, καὶ καταφρονοῦσι· πολλοὶ Χριστὸν ἐκδέχονται, καὶ πονηρίαν ἐνδύονται· πολλοὶ κακίας οὐκ ἀναχωροῦσι· τιμῶσι πολλοὶ σήμερον τὰς νηστείας, καὶ λέγουσι· Σήμερον οὐδὲν λέγω τῷ ἀντιδίκῳ μου· παρέλθοι ἡ ἡμέρα τοῦ πάθους τοῦ Χριστοῦ, καὶ γυμνάζω τὴν δίκην, ἐκδικῶ τὴν ὕβριν, ποιῶ πολλά. Οὐκοῦν ἀδελφὸς εἶ τοῦ Ἡσαῦ, ταῦτα ἐνθυμούμενος· ταὐτὰ λέγεις, ἃ εἶπεν Ἠσαῦ. Καὶ γὰρ Ἠσαῦ ἠθέλησε φονεῦσαι τὸν ἀδελφὸν, ἀλλὰ τὸν πατέρα ᾐδεῖτο. Καὶ τί εἶπεν; Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, καὶ τότε φονεύσω τὸν ἀδελφόν μου· παρέλθῃ ὁ θάνατος τοῦ πατρός μου, καὶ τότε ἀναιρῶ. Καὶ σὺ τί λέγεις; Παρέλθῃ τὸ πάθος τοῦ Χριστοῦ, καὶ τότε στρατεύσομαι κατὰ τοῦ ἐχθροῦ μου. Βλέπε μὴ ἀδελφὸς εἶ τοῦ Ἡσαῦ. Ἄκουσον τί λέγει ὁ Παῦλος· Μή τις πόρνος, μὴ βέβηλος, ὡς Ἡσαῦ· ἵνα μὴ δι' αὐτοῦ μιανθῶσιν οἱ πολλοί. Ταῦτα εἴρηταί μοι, οὐκ εἰς παροξυσμὸν, ἀλλ' εἰς ἀντίληψιν τῶν ἀδελφῶν καὶ σωτηρίαν. Γένοιτο δὲ ἡμᾶς καὶ λόγῳ παιδευομένους, καὶ ἱστορίαις παιδαγωγουμένους, ταῖς τῶν ἁγίων Πατέρων καὶ προφητῶν ἀθλήσεσι κατορθοῦντας, δόξαν πάντοτε τῷ Θεῷ ἀναπέμπειν, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰς τὸν δίκαιον καὶ μακάριον Ἰὼβ, Λόγος δʹ. αʹ. Πανταχοῦ μὲν καὶ ἐπὶ πάντων, ὡς εἰπεῖν, τῶν θείων διηγημάτων κατώτεροι τῶν πραγμάτων οἱ λόγοι, καὶ ἀσθενέστεραι αἱ λέξεις τῶν ὑποθέσεων· ἐξαιρέτως δὲ ἐπὶ τῶν τῷ μακαρίῳ Ἰὼβ κατωρθωμένων. Οὐδεὶς οὐδεπώποτε δύναται τῷ λόγῳ τῆς ὑποθέσεως παρισῶσαι τὸν λόγον τῆς ἑαυτοῦ εὐτελείας. Κἂν γὰρ μυρία περὶ αὐτοῦ λέγηται, τῆς κατ' ἀξίαν δυνάμεως ὁ λόγος ἀπολιμπάνεται. Ἐπεὶ οὖν εἴρηται ἡμῖν τὰ κατὰ δύναμιν μετρίως, οὐδὲν κωλύει καὶ σήμερον τῶν αὐτῶν ἅψασθαι διηγημάτων. Καὶ μηδεὶς νομιζέτω ὑβρίζεσθαι τὴν ὑπόθεσιν, εἰ κατατέμνωμεν τὸ διήγημα. Οὐ γὰρ ἀλγεῖ Ἰὼβ τεμνόμενος· εἰ γὰρ τὸ σῶμα τεμνόμενος οὐκ ἤλγει, τῷ διηγήματι τεμνόμενος ἀλγήσει; Ἔγνωμεν ἀπὸ τῶν προειρημένων διηγημάτων, ὡς ἀπώλεσεν ἅπαντα, μᾶλλον δὲ εὗρεν ἅπαντα. Πάντα γὰρ τὰ φαιδρὰ ἀπολέσας, τὴν ῥίζαν τῆς φαιδρότητος οὐκ ἀπώλεσεν. Ἀπώλεσε τὴν λύραν, ἀλλ' ἔμενεν ὁ τεχνίτης· ἀπώλεσε τοὺς καρποὺς τῆς εὐθηνίας, ἀλλ' ἔμενεν ὁ γεωργὸς τῆς εὐπραγίας· ἐγυμνώθη πάντων τῶν κτημάτων, καὶ οὐκ ἐγυμνώθη τῆς ἀρετῆς. Προέῤῥιψε τῷ διαβόλῳ τὰ κτήματα, ἀποῤῥιψάμενος τὸν βίον, ὥσπερ ὁ Ἰωσὴφ τὸ ἱμάτιον τῇ ἀτίμῳ. Ἐν τῷ πάσχειν οὐκ ἔπασχε. ∆εῖ γὰρ καὶ τῆς φύσεως ὁμολογεῖν τὸ πάθος, καὶ τῆς ψυχῆς
About this text
Severianus of Gabala, In Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Severianus of Gabala’s In Job — new OET from PG 65 Greek.
Witnesses
- Copy-text PG 65 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.