In Job · §u05-rem-mid

Unit 5 rem mid

Rem mid: Unit 5; lemma continues; reading with the letter.

Greek

Οὐ γὰρ ἐκάλεσάς με, φησὶν, εἰς κρίσιν, ἀλλ' ἐκάλεσάς με εἰς τὸ συγκριθῆναί σοι. ∆ικαστὴν ᾔτησας μεταξὺ ἐμοῦ καὶ σοῦ· σὺ γενοῦ δικαστής. Οἴει ἄλλως σοι κεχρηματικέναι με, ἢ ἵνα ἀναφανῇς δίκαιος; Νομίζεις, φησὶ, δι' ἄλλο τι τὴν συμφορὰν ἐπήγαγον ταύτην, ἢ ἵνα δίκαιόν σε ἀναφαίνω; Καὶ βλέπε τῇ ἀκριβείᾳ τῶν τοιούτων ῥημάτων προσέχων. Οὐκ εἶπεν· Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα γένῃ δίκαιος; Οὐ γὰρ ἡ συμφορὰ αὐτὸν δίκαιον ἐποίησεν, ἀλλὰ δίκαιον ἐγνώρισεν. Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ἐμοὶ μὲν γὰρ, φησὶ, καὶ πρὸ τῶν ἀγώνων ἦσθα γνώριμος· τῷ δὲ κόσμῳ διὰ τῆς συμφορᾶς γνωρίζῃ, τῷ κόσμῳ διὰ τῆς πάλης κηρύττῃ. ∆ιὰ τοῦτό σοι ἐχρημάτισα, οὐχ ἵνα βλάψω, ἀλλ' ἵνα στέψω· οὐχ ἵνα καταισχύνω, ἀλλ' ἵνα λαμπρύνω. Πλὴν ἐπειδὴ διὰ τὴν ἀκακίαν ἐξῆλθες τῶν μέτρων τῆς φύσεως, συνέγνων σου τῇ ἀκεραιότητι. Κἂν γάρ τις ἀπὸ ἀκακίας ἁμάρτῃ, ὁ Θεὸς διορθοῦται τὰ ἀπὸ ἀκακίας γινόμενα. Ἐπειδὴ ὅλως ἐκάλεσας Θεὸν εἰς κρίσιν, εἰπέ μοι, ποίαν ἔχων πρὸς ἐμὲ ὁμοτιμίαν ἐκάλεσάς με; Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; σύγχρονος ἐγένου τοῦ ποιητοῦ, ἵνα καλέσῃς αὐτὸν εἰς κρίσιν; Ὁ μὲν πρὸ τῶν αἰώνων, σὺ δὲ μετὰ πολλοὺς αἰῶνας. Ὅτε ἔπλαττον τὴν γῆν, οὐ παρῆς· ὅτε τὴν θάλατταν, οὐ παρῆς· ἢ ὅσα τοιαῦτα, οὐ παρῆς. Πᾶσα ἡ κτίσις ἐγένετο, καὶ σὺ οὐδαμοῦ ἦσθα. Τὸν οὖν ἀρχαιότερον τῶν αἰώνων, τὸν κτίστην τῆς δημιουργίας εἰς κρίσιν ἐκάλεσας; Ὅτε ἔτεινα σπαρτίον ἐπὶ τῆς γῆς, ὅτε τοὺς στύλους αὐτῆς ἥδρασα, ὅτε μετήγαγον ἐκ κοιλίας μητρὸς αὐτῆς, ὅτε ἐτίκτετο ἡ θάλασσα, ποῦ ἦς; ὅτε αὐτὴν ἐσκέπασα νεφέλῃ, ὁμίχλῃ δὲ αὐτὴν περιέβαλον, ποῦ ἦς; Καθάπτεται αὐτοῦ ὡς ἀναξίως φθεγξαμένου, 56.582 ἀπὸ ἀκακίας μὲν, πλὴν ἀπ' ἀγνοίας. Καὶ τί ποιεῖ; Οὐκ ἐπὶ πάντων αὐτὸν ἐλέγχει, ἀλλ' ὡς φίλον ἰδίᾳ διορθοῦται. Ὡς οὖν εἶπε ταῦτα, καὶ τὰ τούτοις παραπλήσια (οὐ γὰρ καιρός ἐστι κατὰ μέρος πᾶσαν λέξιν ἑρμηνεῦσαι), καὶ ὁ Ἰὼβ ἐπιγνώμων ἑαυτοῦ γενόμενος (ὁ γὰρ δίκαιος ἐκ πρώτου ἐλέγχου διορθοῦται τὸ σφάλμα), λέγει· Κύριε, ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου εἶδέ σε, καὶ ἐξουδένησα ἐμαυτόν· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Καὶ, Ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Βλέπε πῶς ἀνακαλεῖται τὸ σφάλμα ὁ καλῶς τὴν μέμψιν δεξάμενος. Ἅπαξ ἐλάλησα, καὶ τοῦτο ἀπὸ ἀκακίας, οὐκ ἀπὸ πονηρίας· ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. Τίς γάρ εἰμι ἐγὼ κρινόμενος ἐναντίον Κυρίου; Ἃ μὴ προέγνω ὁ Ἰὼβ δι' ἀκακίαν, μανθάνει μετὰ τὸν ἔλεγχον. Εἶτα τί ὁ Θεός; Οὐ συγχωρεῖ αὐτῷ παραιτήσασθαι τὴν κρίσιν, ἀλλά φησιν· Οὐχὶ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Στῆθι, φησὶν, ὡς ἀνήρ. Μὴ νομίσῃς, ὅτι διὰ τοῦτό σε κατέπληξα τῇ δυναστείᾳ, φεύγων τὸ δίκαιον, ἀλλὰ διωρθωσάμην σου τὴν ἀκακίαν. Τὴν μέντοι κρίσιν οὐ παραιτοῦμαι· κρῖνόν με δικαίως, καὶ ἀπαίτει λόγον τῶν

About this text

Severianus of Gabala, In Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Severianus of Gabala’s In Job — new OET from PG 65 Greek.

Witnesses

  • Copy-text PG 65 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.