Reading Scripture: Types and Figures
Hippolytus, Fragments on Proverbs
Therefore the Proverbs are exhortative words, useful along every path of life. For those who make their way to God, a guide arises, much like the example of refreshing those wearied by the length of the journey. These, then, are the Proverbs of Solomon — that is, of the Peaceful One, or rather the Savior Christ. Since we know the Lord's words without error, lest anyone snatch us away by the homonymy, the text tells us who wrote these things and whose king he was, so that the speaker's credibility may make the word acceptable and the hearers attentive. They belong to that Solomon to whom the Lord said, 'I will give you a wise and understanding heart; none like you has arisen before you, nor will one arise after you' (1 Kings 3:12), together with the rest written about him. He was wise, born of a wise father; therefore his line is joined to David, from whom Solomon came, 'taught the sacred writings from childhood,' and he did not receive the kingdom by lot or by violence, but by the anointing of the Spirit and the vote of God.
Greek
Prologue — recension of Polychronius the deacon (left column)] Παροιμίαι τοίνυν εἰσὶ λόγοι προτρεπτικοὶ παρὰ πᾶσαν ὁδὸν τοῦ βίου χρησιμεύοντες. τοῖς γὰρ ἐπὶ τὸν ϑεὸν τὴν ὁδὸν ποιουμένοις ὁδηγός τις γίνεται παραπλησίως τῷ ὑποδείγματι, τοὺς κάμνοντας διὰ τὸ τῆς ὁδοῦ μῆκος ἀνακτωμένη. εἰσὶν οὖν αὗται αἱ παροιμίαι Σολομῶντος, ὅ ἐστιν εἰρηνικοῦ ἤτοι τοῦ σωτῆρος Χριστοῦ. ἐπειδὴ δὲ τοὺς τοῦ κυρίου λόγους, ἅτε δὴ κυρίου τυγχάνοντας, ἀπταίστως ἐπιστάμεϑα, ἵνα μή τις ἐκ τῆς ὁμωνυμίας ἡμᾶς ἀφαρπάσῃ, φησίν, τίς ὁ γράψας ταῦτα καὶ τίνων ἦν βασιλεύς, ἵνα ἡ τοῦ λέγοντος ἀξιοπιστία εὐπαράδεκτον τὸν λόγον καταστήσῃ, καὶ προσεχεῖς τοὺς ἀκούοντας. Σολομῶντος γάρ εἰσιν ἐκείνου, πρὸς ὃν εἶπεν ὁ κύριος „δώσω σοι καρδίαν φρονίμην καὶ σοφήν· ὡς σὺ οὐ γέγονεν ἐπὶ τῆς γῆς καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι“ καὶ τὰ λοιπὰ περὶ αὐτοῦ γεγραμμένα. ἦν δὲ σοφὸς ἐκ σοφοῦ, διὸ καὶ πρόσκειται τῷ Δαβίδ, ἐξ οὗ Σολομῶν γέγονεν, „ἐκ βρέφους τὰ ἱερὰ γράμματα παιδευόμενος“ καὶ οὐ κλήρῳ τὴν ἀρχὴν λαβόμενος οὐδὲ βίᾳ, ἀλλὰ χρίσει τοῦ πνεύματος καὶ ψήφῳ ϑεοῦ. [Achelis XXXIII. Prologue — original catena recension (right column)] Λόγοι γάρ εἰσιν αἱ παροιμίαι προτρεπτικοὶ παρὰ πᾶσαν τοῦ βίου τὴν ὁδὸν χρησιμεύοντες. … πρόσκειται δὲ τὸ τοῦ συγγραφέως ὄνομα, ἵνα ἡ τοῦ λέγοντος γραφέως ἀξιοπιστία εὐπαράδεκτον καταστήσῃ τὸν λόγον. Ὁ γὰρ ,,γνοὺς τὴν σοφίαν“ τοῦ ϑεοῦ λαμβάνει παρ᾽ αὐτοῦ καὶ οσαιδείαν“, ἐκμανϑάνων δὶ αὐτῆς τὰ τοῦ λόγου μυστήρια. καὶ οἱ ἐπιγνόντες τὴν ἀληϑῆ καὶ ἐπουράνιον σοφίαν εὐκόλως .νοήσουσι“ τοὺς σοφοὺς ὑπ᾽ αὐτῆς λελαλημένους,, λόγους“, διό φησι, δέξασϑαι στροφὰς λόγων“. Τὰ γὰρ ἀντιστρόφως ἐν παραβολαῖς ὑπὸ τοῦ ἁγίου πνεύματος 150 λελαλημένα, ταῦτα τοῖς πιστὴν καρδίαν ἔχουσι πρὸς ϑεὸν εὐγνωστα γίνεται, ,νοοῦσι γὰρ τὴν ἀληϑῆ δικαιοσύνην “,, διὰ Χριστοῦ καταγγελλομένην. σοφιστικὸν οὐδὲ μεμαγγανευμένον ἔχοντα ἢ) γάρ ἔξω διδασκαλία λόγους μὰν ἔχει, ἐργασίαν δὲ οὐκ ἔχει. “ἄχρατον γαρ οντα᾽ τὰ ϑεῖα φωναῖς ἀνϑροπίναις ἐκέρασεν, ὁ ἔστι ὅ σοφία ἀνθρώπων, ἵνα χῳρίσαι αὐτὰ δυνηϑὥμεν. Καρδίαν. ὁ γὰρ μήπω νοῦν ἔχων Χριστοῦ“, ὅταν λάβῃ ἀρχὴν ἀρετῆς, ,,ἔκκλίνει ἅπο κακοῦ καὶ ποιεῖ ἀγαϑόν. Τὸ ψεῦδος ἀστατον φύσει. ὅστις οὖὐν χρῆται τούτῳ, τὸν φυσιχὸν ϑεμέλιον ξἐασας, τὴν τοῦ ϑεοῦ σοφίαν, ἀλήϑειαν οὖσαν, ,,ποιμαίνει ἀνέμους“. περὶ ὧν φησιν ὁ Παῦλος ,,ικλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας“. οὗτος δὲ καὶ ,,διόξεται ὄρνεα πετόμενα , συγγένειαν ἔχοντα πρὸς τὰ πετεινά, τὰ ἁρπάζοντα τὰ ,,παρὰ τὴν ὁδὸν“ σπαρέντα, ἅπερ ἡρμήνευσεν ὁ σωτὴρ εἶναι͵, τὸν πονηρόν“. 1ὅ Ὅτι οὐδὲν ἰσοστάσιον δίδοται παρ᾽ ἡμῶν τῷ ϑεῷ τοῖς δοϑεῖσιν ἡμῖν παρ᾿ αὐτοῦ. οὐ γὰρ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν“, φησὶν ὁ Δαυίδ, κἂν αὐτοῦ τοῦ ἡλίου καϑαρώτερος ἢ, ὥστε διὰ φιλανϑοοωπίαν σοζομεϑα.