Eusebius of Caesarea, Church History 26
At this time, Melito, bishop of the parish in Sardis, and Apollinarius of the parish in Hierapolis were flourishing. Each of them presented an apology concerning the faith to the aforementioned Roman emperor. The following works of theirs have come to our knowledge: of Melito, the two books On the Passover; On the Commonwealth and the Prophets; On the Church; the discourse On the Lord's Day; On the Faith of Man; On Creation; On the Obedience of Faith; On the Senses; in addition to these, On the Soul and the Body; On Baptism; On Truth; On Faith and the Birth of Christ; his prophetic discourse; On the Soul and the Body (again); On Hospitality; the Key; On the Devil and the Revelation of John; On the Indwelling God; and above all, the little book To Antoninus.
In his work On the Passover, Melito indicates the time at which he was writing by beginning with these words: 'When Servillius Paulus was proconsul of Asia, at which time Sagaris bore witness as a martyr, a great dispute arose in Laodicea concerning the Passover, which had fallen at that time, and these things were recorded.' Clement of Alexandria mentions this discourse in his own work On the Passover, saying that he composed it because of Melito's writing.
Greek
Ἐπὶ τῶνδε καὶ Μελίτων τῆς ἐν Σάρδεσιν παροικίας ἐπίσκοπος Ἀπολινάριός τε τῆς ἐν Ἱεραπόλει διαπρεπῶς ἤκμαζον, οἳ καὶ τῷ δηλω- θέντι κατὰ τοὺς χρόνους ‘ Ρωμαίων βασιλεῖ λόγους ὑπὲρ τῆς πίστεως ἰδίως ἑκάτερος ἀπολογίας προσεφώνησαν. τούτων εἰς ἡμετέραν γνῶσιν ἀφῖκται τὰ ὑποτεταγμένα· Μελίτωνος, τὰ Περὶ τοῦ πάσχα δύο καὶ τὸ Περὶ πολιτείας καὶ προφητῶν καὶ ὁ Περὶ ἐκκλησίας καὶ ὁ Περὶ κυριακῆς λόγος, ἔτι δὲ ὁ Περὶ πίστεως ἀνθρώπου καὶ ὁ Περὶ πλάσεως, καὶ ὁ Περὶ ὑπακοῆς πίστεως καὶ Περὶ] αἰσθητηρίων καὶ πρὸς τούτοις ὁ Περὶ ψυχῆς καὶ σώματος [ ηνενοισ] καὶ ὁ Περὶ λουτροῦ καὶ Περὶ ἀληθείας καὶ Περὶ πίστεως καὶ γενέσεως χριστοῦ καὶ λόγος αὐτοῦ προφητείας καὶ Περὶ ψυχῆς καὶ σώματος καὶ ὁ Περὶ φιλοξενίας καὶ ἡ Κλεὶς καὶ τὰ Περὶ τοῦ διαβόλου καὶ τῆς Ἀποκαλύψεως Ἰωάννου καὶ ὁ Περὶ ἐνσωμάτου θεοῦ, ἐπὶ πᾶσι καὶ τὸ Πρὸς Ἀντωνῖνον βιβλίδιον. Ἐν μὲν οὖν τῷ Περὶ τοῦ πάσχα τὸν χρόνον καθ’ ὅν συνέταττεν, ἀρχόμενος σημαίνει ἐν τούτοις· “ ἐπὶ Σερουιλλίου Παύλου ἀνθυπάτου τῆς Ἀσίας, ᾧ Σάγαρις καιρῷ ἐμαρτύρησεν, ἐγένετο ζήτησις πολλὴ ἐν Λαοδικείᾳ περὶ τοῦ πάσχα, ἐμπεσόντος κατὰ καιρὸν ἐν ἐκείναις ταῖς ἡμέραις, καὶ ἐγράφη παῦτα.” τούτου δὲ τοῦ λόγου μέμνηται Κλήμης ὁ Ἀλεξανδρεὺς ἐν ἰδίῳ Περὶ τοῦ πάσχα λόγῳ, ὃν ὡς ἐξ αἰτίας τῆς τοῦ Μελίτωνος γραφῆς φησιν ἑαυτὸν συντάξαι.