Origen of Alexandria, Against Celsus 41
The question of which ancient leaders and holy men we ought to follow, so that we are not left perplexed, demands careful thought. Celsus directs us toward inspired poets, wise men, and philosophers, yet he refuses to name them; he merely promises to reveal guides while vaguely designating those very poets, sages, and philosophers. Had he supplied their names, it would have been reasonable for us to engage with his proposal, since he is handing us blind guides concerning the truth, so that we stumble, or—even if they are not entirely blind—guides who have gone astray on many doctrines of the truth. Whether he has in mind Orpheus as an inspired poet, or Parmenides, or Empedocles, or even Homer or Hesiod himself, let him demonstrate how those who follow such guides will fare better and gain greater benefit for living than those who have abandoned every idol and temple, along with all Jewish superstition, and who look only to the Father of the Word, God, through the Word of God. And who, exactly, are the wise men and philosophers from whom Celsus wants us to hear many divine teachings—after we have left behind Moses, the servant of God, and the prophets of the Creator of all, who spoke countless inspired truths, who shed light on the human race and proclaimed the way of godliness, who withheld none of their own mysteries but instead made theology available to the more intelligent, theology that can lift the soul above earthly concerns? Yet they also condescended to the humbler capacities of ordinary men, simple women, slaves, and, in short, everyone who had been helped by no one—or by Jesus alone—so that, as far as possible, they might live better with doctrines about God that they could grasp.
Greek
Τίνι δὲ καὶ ἕπεσθαι ἡμᾶς ὁ Κέλσος βούλεται ὡς οὐκ ἀπορήσοντας παλαιῶν ἡγεμόνων καὶ ἱερῶν ἀνδρῶν κατανοητέον. ἀναπέμπει ἡμᾶς ἐπὶ ἐνθέους, ὡς λέγει, ποιητὰς καὶ σοφοὺς (καὶ) φιλοσόφους, μὴ τιθεὶς αὐτοῖς ὀνόματα, καὶ τοὺς ὁδηγοὺς δείξειν ἐπαγγελλόμενος ἀορίστως ἀποφαίνεται τοὺς ἐνθέους ποιητὰς καὶ σοφοὺς καὶ φιλοσόφους. εἰ δ᾿ ἐτίθει τὰ ὀνόματα ἑκάστου τούτων, κἂν ἀγωνίζεσθαι εὔλογον ἡμῖν ἐφαίνετο, ὅτι τυφλώττοντας περὶ τὴν ἀλήθειαν ὁδηγοὺς ἡμῖν δίδωσιν, ἵνα σφάλωμεν, ἢ εἰ καὶ μὴ πάνυ τυφλώττοντας, περὶ πολλά γε τῆς ἀληθείας δόγματα ἐσφαλμένους. εἴτ᾿ οὖν Ὀρφέα βούλεται ἔνθεον εἶναι ποιητὴν εἴτε Παρμενίδην εἴτ᾿ Ἐμπεδοκλέα εἴτε καὶ αὐτὸν Ὀμηρον ἢ καὶ Ἡσίοδον, δεικνύτω ὁ βουλόμενος, πῶς βέλτιον ὁδεύσουσιν οἱ τοιούτοις ὁδηγοῖς χρώμενοι καὶ ὠφέληνται περὶ τῶν κατὰ τὸν βίον παρὰ τοὺς καταλιπόντας διὰ τὴν Ἰησοῦ τοῦ Χριστοῦ διδασκαλίαν πάντα ἀγάλματα καὶ ἱδρύματα ἀλλὰ καὶ πᾶσαν Ἰουδαϊκὴν δεισιδαιμονίαν καὶ πρὸς μόνον ἀναβλέποντας διὰ τοῦ λόγου τοῦ θεοῦ τὸν πατέρα τοῦ λόγου θεόν. τίνες δὲ καὶ οἱ σοφοὶ ἢ οἱ φιλόσοφοι, παρ᾿ ὧν βούλεται πολλὰ καὶ θεῖα ἀκοῦσαι ἡμᾶς ὁ Κέλσος, καταλιπόντας θεράποντα θεοῦ Μωϋσέα καὶ προφήτας τοῦ τῶν ὅλων δημιουργοῦ, ἀληθῶς ἐνθέως μυρία ὅσα εἰρηκότας, καὶ αὐτὸν ἐπιλάμψαντα τῷ γένει τῶν ἀνθρώπων καὶ καταγγείλαντα ὁδὸν θεοσεβείας καὶ μηδένα τὸ ὅσον ἐφ᾿ ἑαυτῷ ἄγευστον καταλιπόντα τῶν ἰδίων μυστηρίων, ἀλλὰ δι᾿ ὑπερβάλλουσαν φιλανθρωπίαν ἔχοντα μὲν διδόναι τοῖς συνετωτέροις θεολογίαν, ἐπᾶραι τὴν ψυχὴν ἀπὸ τῶν τῇδε πραγμάτων δυναμένην. οὐδὲν (δ᾿) ἧττον συγκαταβαίνοντα καὶ ταῖς ὑποδεεστέραις ἕξεσιν ἰδιωτῶν ἀνδρῶν καὶ ἁπλουστέρων γυναικῶν οἰκετῶν τε καὶ ἁπαξαπλῶς τῶν ὑπὸ μηδενὸς ἢ Ἰησοῦ μόνου βεβοηθημένων πρὸς τὸ, ὡς ἐνεχώρει, βέλτιον αὐτοὺς βιοῦν μετὰ δογμάτων ὧν ἐδύναντο περὶ θεοῦ χωρεῖν;