Miscellanies · §88 · Julius Africanus

Attic mina, Italian litra, and the wine amphora

Click or tap any sentence to jump there. The side buttons skip a paragraph.

One must use the Attic, then, toward weight and coin, since it is equal in power and equal in weight to the Italian which is called a denarius; for in general many now use the Italian.

The Attic mina has 25 staters; the Italian litra is of 24 staters; of the remaining minae there are myriad differences, and nothing of them is necessary for us to set out now.

Greek

Τῇ οὖν Ἀττικῇ χρηστέον πρὸς σταθμὸν καὶ νόμισμα, ἐπείπερ ἰσοδύναμός ἐστιν καὶ ἰσοστάσιος τῇ Ἰταλικῇ ἣ καλεῖται «δηνάριον», ὡς γὰρ ἐπίπαν τοῖς Ἰταλικοῖς νῦν χρῶνται πολλοί. Ἡ Ἀττικὴ μνᾶ στατῆρας ἔχει κεʹ· ἡ δὲ Ἰταλικὴ λίτρα στατήρων ἐστὶ κδʹ· τῶν δὲ λοιπῶν μνῶν μυρίαι διαφοραὶ καὶ οὐδέν τι ἡμῖν ἀναγκαῖαι νῦν ἐκτεθῆναι. Ἡ δὲ λίτρα ποιεῖ ˉγˉο ιβʹ καὶ ἡ ˉγˉο δραχμὰς ηʹ· ἡ δὲ δραχμὴ γραμμάτων ἐστὶν γʹ· τὸ δὲ γράμμα ὀβολοὺς ἔχει βʹ· πάλιν τὸ γράμμα θέρμους γʹ, ὁ θέρμος κεράτια βʹ, ὡς εἶναι τὴν λίτραν κερατίων αψκηʹ. ∆ιαιρεῖται δὲ ἐκ περιουσίας καὶ τὸ δηνάριον κατὰ Ῥωμαίους εἰς μέρη αρνβʹ· ἔχει γὰρ τροπαϊκὰ δύο, νούμους τέσσαρας, ἀσσάρια ι ʹ· ὁ δὲ νοῦμος ἔχει ὀγκίαν τῷ σταθμῷ. Τὸ ἀσσάριον διαιρεῖται εἰς ἥμυσυ καὶ τρίτον καὶ τέταρτον καὶ ἕκτον καὶ ὄγδοον καὶ ἔνατον, δέκατον, δωδέκατον, ἑξκαιδέκατον, εἰκοστοτέταρτον, τριακοστόεκτον, τεσσαρακοστοόγδοον, ἑβδομηκοστοδεύτερον· τὰ δὲ μέρη ταῦτα ἰδίας ὀνομασίας ἔχει παρὰ τοῖς Ῥωμαίοις λογιστικοῖς. Ὁ τοῦ οἴνου ἀμφορεὺς ὃν καὶ «μετρητὴν» λέγουσιν οἱ πολλοὶ ἡμιαμφόρια μὲν ἔχει βʹ ἃ καλοῦσιν «κάδους» ὀνόματι κοινῷ Ῥωμαῖοι δὲ «οὔρνας», προύχους δὲ ἔχει δʹ, χόας ὀκτὼ οὓς δὴ «κογγία» λέγουσιν «κάβους» δὲ ἡμεῖς· ὁ δὲ χοῦς δύναται ξέστας ʹ (τὸν δὲ ξέστην «ἵνιον» καλοῦσιν Αἰγύπτιοι), ὡς τὸν ἀμφορέα εἶναι ξεστῶν μηʹ. Ὁ δὲ Ἀντιοχικὸς μετρητὴς τοῦ Ἰταλικοῦ διπλάσιον. Ὁ οὖν ξέστης διαιρεῖται κοτύλαις δυσὶν ἃς «ἡμίνας» καλοῦμεν, ἡ κοτύλη διαιρεῖται εἰς ὀξύβαφα δύο, τὸ δὲ ὀξύβαφον εἰς κυάθους μερίζεται τρεῖς καὶ ὁ κύαθος δὲ ποιεῖ μύστρα δʹ ἃ δὴ «λίστρια» πολλάκις ἐκάλεσαν, κοχλιάριον δέ ἐστιν τοῦ μύστρου τὸ ἥμυσυ· καὶ ὁ ξέστης ἄρα εἰς κοχλιάρια ἀναλύεται ʹ. Καὶ τὰ ἐλαιηρὰ παραπλησίως, πλὴν ὅτι ἀπὸ τοῦ καλουμένου «κεντηναρίου» τὴν ἀρχὴν ἔχει ὃ δὴ λίτρας ἔχει ρʹ. Ἔστιν δὲ καὶ ὁ ἐλαιηρὸς μετρητὴς τοῦδε διπλάσιον· τὰ δὲ λοιπὰ μέτρα συνᾴδει· ὃν γὰρ λόγον ἔχει ἡ λίτρα τὸν σταθμὸν πρὸς τὴν μνᾶν, τὸν αὐτὸν ἡ μετρητὴ λίτρα πρὸς τὴν κοτύλην ἢ τὸ ἡμίξεστον. Ὁ Ἀττικὸς δὲ μέδιμνος Ἰταλικοὺς δύναται μοδίους ʹ, καλεῖται δὲ ὁ μόδιος «ἑκτεύς». Ὁ μόδιος ἔχει ἡμίεκτα δύο, τὸ ἡμίεκτον ἔχει χοίνικας δʹ, ἡ χοῖνιξ δὲ ἔχει δύο ξέστας, ὡς τὸν μόδιον εἶναι ξεστῶν ι ʹ. Καὶ τὰ λοιπὰ δὲ μέτρα τῶν ξηρῶν ὁμοίως τοῖς προειρημένοις ὑγροῖς.

Report a mistake in this passage