Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
καταπραξαμένους ἐκόλαζον, οὐ τῆς τύχης ποιούμενοι ἀλλὰ τῆς γνώμης τὴν κρίσιν· καλὸν δὲ καὶ τὸ ἰαμβεῖον τὸ ἀρχαῖον, ὡς λυσιτελέστερος πᾶσι τοῦ προπετοῦς ὁ ἀσφαλὴς ἡγεμών. Τέχναι μὲν οὖν στρατηγίας πλεῖσται καὶ οὐδὲν ὅ τι μὴ ἀνάγραπτον ὧν συμβαίνει διδάσκειν ἵνα μὴ γένωνται· ὑγιεινὰ στρατοπεδεύσεων καὶ ἔφυδρα χωρία, ὑψηλοτέρων καταλήψεις τόπων, ταφρεῖαι, προφυλακαί, νυκτοπορίαι, προϊππασίαι, διερευνήσεις, ἐνέδραι, κατασκοπαί, εὐοπλίαι, προνομείαι καὶ ἅμα τῷ ὕπνῳ παρασκευὴ διαρκής· πρὸς τοὺς πολεμίους ἐπὶ πᾶσιν ἀπιστία. Πρὸς μὲν οὖν τὸ ἐλέγξαι ὅσα κακουργοῦσι, φανερά, οἶμαι, καὶ τοῖς ὡμιληκόσιν ἱστορίαις γνώριμα· θηριακῶν μὲν ἀντιδότων προπόσεις τῶν ἰοφόρων βελῶν ἀλεξητήριον, ἀλλὰ καὶ τῶν ὑδάτων διεφθορότων τὸ ἴσον ἄκος· τὰς ἁλμοποσίας γ' ἂν διὰ τὸν ἀηδισμὸν τοῦ λαβεῖν τοῖς πολλοῖς παραιτοίμεθα· δένδρα δ' ἐχθρῶν ἐκκόπτων κωλύσεις τοὺς ἀντιπάλους λαθεῖν· εἰς δὲ τὸ μὴ χρῄζειν τῆς ἀλλοτρίας νομῆς ὁ ἐπιφερόμενος χιλὸς ἀρκεῖ καὶ ὅσα ἄλλα ἐπινενόηται εἰς στρατιὰ χρόνιον ἐς τὸ τῶν ἐπιτηδείων εὐπορεῖν ἔχειν καὶ πρὸς τὸ μηδὲν χαλεπὸν ὑπὸ τῶν ἐχθρῶν διατεθῆναι· ὅπερ καὶ πρῶτον ἀνδραγάθημα· τοῦ γὰρ ἀδικῆσαι πολλῷ τὸ μὴ παθεῖν κρεῖττον· Πύρρος γοῦν, Ῥωμαίους πλεονεκτῶν, ἀναλώθη. Χρόνῳ δὴ πρῶτον καὶ τριβῇ καὶ λιμῷ καὶ φθορᾷ μάλιστα κατὰ τῶν βαρβάρων χρηστέον, οἷς πρόσκαιρος ἡ τοῦ στρατεύματος συλλογὴ καὶ οὐ δύναμις διαρκής, ἀλλ' ἐξ ἐπιδρομῆς ἁρπαγή. Τροφάς τε γὰρ ἐπιφέρονται ἡμέραις μεμετρημένας καὶ ῥητὸν ἀριθμὸν βελῶν καὶ πρόδηλος, ἀναλωθέντων αὐτῶν, ἡ φυγή. Τί οὖν σπεύδουσιν πολεμίοις ἀπαντᾶν, οὕς, περιμείνας, ὄψομαι ὑπὸ τῆς αὑτῶν προθεσμίας δεδιωγμένους; Λιμὸς ἔπεισιν αὐτοὺς ὑπερήμερος, τῶν ὀλίγων τροφῶν μάτην ἀνηλωμένων. Ἄγε δὴ μὴ ἐπιτρέπωμεν μηδὲ λιμώττουσι ἐκείνοις φυγεῖν· κατασχέτω αὐτοὺς δίχα σιδήρου φθορά, δίχα μάχης ἡ τελευτή. Νικήσωμεν αὐτοὺς ἀέρι συμμάχῳ καὶ ὕδατι βοηθῷ· μετὰ τῶν στοιχείων κατ' αὐτῶν ὁπλισώμεθα. Ἀπορρήτου παρατάξεως στρατηγῶ, ἀσυμφανεῖ μάχῃ χρῶμαι. Πεσέτω πολέμιος πᾶς, ἀναπνεύσας, διψῶν, ἢ φαγών· ἐπικίνδυνα αὐτῷ πάντα ποιῶ. Λιμωττέτω μὲν ἂν μείνῃ, λοιμωττέτω δὲ ἵνα μὴ φύγῃ. Ἔργον μεγάλης ποιήσωμεν εὐχῆς. Ἐκένωσε τὰς Ἀθήνας πεπληρωμένας Λακεδαιμονίοις ἀὴρ συμμαχῶν, καὶ Καρχηδονίους τὸ τοιοῦτο κατάστημα κατέσχεν ἐν Σικελίᾳ. Ἀνατιθέασιν οἱ νικῶντες τοὺς τοιούτους πολέμους ἰδίοις θεοῖς. Ἐκείνους καὶ ἡμεῖς μιμησώμεθα τοὺς θεούς· αὐτόματος τύχη ὑπὸ τῆς ἡμετέρας τέχνης γίνεται. Τροφὴ μὲν οὖν οὕτως· ἄρτους ποιήσωμεν, τοὺς θρέψοντας τὴν ἐσχάτην ἡμέραν, ζῷα ἅπερ ἀνάγραπτα ἐπὶ τέλει κεῖται, ἐν πενταγώνῳ <αʹ>, ᾧ κατὰ γραμμοειδὲς ἔγκειται Λυδίου τρόπου προσλαμβανομένου σημεῖα, ζῆτα ἐλλιπὲς καὶ ταῦ ὕπτιον. Εἰς ἀγγεῖον κατάκλεισον ἀμφότερα κοινῇ, φιμώσας τὸ πῶμα πηλῷ, ὡς διάπνοιαν μὴ γενέσθαι τοῖς θηρίοις ὑφ' αὑτῶν ἔνδον ἀνηλωμένοις· εἶτ' αὐτῶν λειώσας τὰ λείψανα, εἰς τὸ ὕδωρ κάθες ὅθεν τὸ πέμμα φυρᾶται. Ταὐτὸ δὲ δράσεις ἂν τῷ χυλῷ τούτῳ τοὺς κριβάνους χρίσῃς· ἀλλὰ γὰρ τοῖς πέττουσι τοῦτο κίνδυνος <.....>. Τὸ αὔταρκες οὖν τῶν τοιούτων παρασκευάσας τροφῶν, πάρασχε τοῖς πολεμίοις ὃν δύνασαι τρόπον. Γένοιτο δ' ἂν ἀνυπόπτως, εἰ τὴν παρακομιδὴν ῥᾳθυμῶν τις ἐργάσαιτο εἰς τὴν τῶν ἐχθρῶν εὔκολον ἐπιδρομὴν καὶ εὐκταίαν τῶν φερομένων αὐτοῖς ἁρπαγήν, ἢ εἴ τις, πλασάμενος φυγὴν σπουδαίαν, παραχωρήσειεν ἐπιοῦσι τοῦ στρατοπέδου τοιαύταις τροφαῖς τετειχισμένου. Οὐ φέρει θάνατον ταῦτα μονήμερον, οὐδὲ τὸν χρησάμενον εὐθέως ἀναιρεῖ, λοιμοῦ τέχνῃ τοῦτον καὶ τὸν οὐ φαγόντα καταλαμβάνοντος· ἀνακίρναται πᾶσι καὶ εἰς τὸν ὁμοδίαιτον μέτεισιν· εἰς οἰκίαν, εἰς πόλιν, εἰς στράτευμα, εἰς ἔθνος ἡ ἐπιβουλὴ μετοικεῖ. Τοιοῦτον αὐτοῖς μόρον ἐρινὺς προξενεῖ. Ταῦτα δίκαια κατὰ βαρβάρων δεῖπνα ποινῶν, χεομένης ἐπὶ πάντα νόσου καὶ ἀπαραιτήτου καταλαμβανούσης τοὺς πολεμίους συμφορᾶς. Εἰ δὲ πεφοβήμεθα μὴ μάτην τοιαύτῃ χρησώμεθα παρασκευῇ, ἤτοι δι' ὑποψίαν οὐ χρησαμένων, ἢ ἐξ αὐτομόλων τοῦτο μεμαθηκότων, ἑστιάσαντες, παρ' αὐτούς, ἢ τοὺς κακούργους, ἢ τοὺς αἰχμαλώτους ἀπολύσωμεν· οἱ δὲ ὁμιλήσαντες αὐτοῖς [οἱ πολέμιοι] εὐθὺ λοιμώξουσιν. Ἐπίβουλον αὐτοῖς φιλανθρωπίαν πέμπω. Ποτίσωμεν αὐτοὺς ὁμοίως τοιαύτῃ φιλοτησίᾳ. Τρισσὰ γένη ζῴων ἅπερ ἐν πενταγώνῳ δευτέρῳ κεῖται, πρὸς σημείοις ὑπάτης ὑπάτων, γάμμα ἀπεστραμμένον καὶ γάμμα ὀρθόν, ταῦτα σύγκοπτε, ὡς ἰχῶρα γενέσθαι τὰ πάντα, καὶ ὕδατι πλείστῳ ζέσας μέχρι τοῦ πᾶσαν ἀναλωθῆναι
About this text
Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.
Witnesses
- Copy-text PG 10 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.