Cesti (fragmenta) · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

τὴν τῶν ἑψημένων πιμελήν, ἔγχεε τῶν πολεμίων ὑδρεύματι. Ὀγκωθήσεται τὰ σώματα τῶν πεπωκότων, αὐτῶν τε καὶ ὑποζυγίων, εἶτα οἴδησις μετ' ὀδύνης αὐτοῖς ἐπιστήσεται, καί τις ὁρῶν αὑτὸν ἄλλον ἐξ ἄλλου γεγενημένον, τὴν παροῦσαν μορφὴν οὐκ ἐπιγνούς, καὶ φυγῇ βραδὺς καὶ τελευτῇ, τὸν γειτνιῶντα θάνατον περιμένων, τάχος ἐφόδου πολεμικῆς εὔξεται, ἵνα παύσηται καὶ τάσει φλεγμονῆς κολαζόμενος, καὶ διὰ τὴν εἰδέχθειαν ὑφ' αὑτοῦ μισούμενος, μὴ χωρούσης τὸν νῦν ἄνθρωπον πανοπλίας τῆς τῷ πρώην σώματι πεπρησμένης, <ὡς> ἀφαιρεῖσθαι αὐτὸν καὶ τὴν ὑπόκρισιν τοῦ κἂν ἐν τοῖς ὅπλοις στῆναι. Λυμαίνεσθαι δὲ καὶ ἄλλως τὰ ὕδατα, <τὰ> μὲν φρέατα κόπρῳ καὶ λίθοις ἐγχοῦντα, εἰ δ' ἀμφιλαφὲς εἴη τὸ ὕδωρ, τῷ ἰχθυΐνῳ ἐλαίῳ ἐγχεομένῳ εἰς αὐτὰ καὶ τῇ θαλαττίᾳ πορφύρᾳ, ἅπερ ἐπὶ πολὺν χρόνον ἅπαν ὕδωρ ἄποτον ποιεῖ. Μείζονα δὲ σύστασιν ὑδάτων ἢ λίμνην ὁ τιθύμαλλος ἐμβαλλόμενος μυρσινίτης δηλήσεται· οὕτως τοὺς πολεμίους πρῶτον κωλύσομεν τῷ ποτῷ. Μὴ ἀμαθεῖς δέ τις ἐς ταῦτα νομίσῃ τοὺς τῆς ἀνατολῆς βαρβάρους· καὶ αὐτοὶ πολλάκις τοὺς ἐπερχομένους κακουργοῦσιν. [Οἴνου φάρμαξις]. Ἐσεμνύναντο Φαρισαῖοί ποτε Ῥωμαίων ἀποκτείναντες φάλαγγα φυγῆς ὑποκρίσει. Εὐωχοῦντο γὰρ δῆθεν, εἶτ' ἀνεχώρησαν ἐπιόντων, ἕτοιμον καταλιπόντες τὸ ἄριστον. Ἐπίβουλος δὲ ὁ οἶνος ἦν, ἐναποσβεσθείσης τιτάνου πεφαρμαγμένος. Φαρμάσσεται δὲ οἶνος ἀφρονίτρῳ, πύξῳ, κωνείῳ, καὶ τοῖς ὁμοίοις τρόποις· ταῦτα γὰρ ἐσθιόμενα ἱκανὰ λυμήνασθαι καὶ δεινῶς διαθεῖναι πολεμίους. Ἐπειδὴ τοίνυν συμμάχους τροφάς τε καὶ ποτὰ παρειλήφαμεν, φέρε δὴ καὶ ἀέρι κατ' αὐτῶν καὶ ἀνέμῳ χρησώμεθα· δύναται φυλάξασθαί τις παρὰ πολεμίων μὴ φαγεῖν, μὴ πιεῖν· πῶς φυλάξηταί τις ἀναπνοήν, πῶς ἀποκλείσῃ ἀέρα; ∆ιὰ τούτων ἐπ' αὐτοὺς ἔρχομαι. [Ἀέρος φάρμαξις]. Θρίσσος ὄφις ἐστὶ Θετταλός, <πυρρὸς> χρόαν, δρακοντίδος παραπλήσιος μήκει, [ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῆς Ἀσίας πολὺς γίνεται· Σύροι καλοῦσιν αὐτὸν «βαθανηραθὰν»] ὃς ἑξῆς γέγραπται ἐν πενταγώνῳ τρίτῳ οὗ σημεῖά ἐστιν παρυπάτης ὑπάτων, βῆτα ἐλλιπὲς καὶ γάμμα ὕπτιον· καὶ λέων ὄφις ἄλλος, διάφορος· μικρός τε γὰρ ἔστι καὶ μέγας· ἀλλὰ γὰρ ὁ μικρὸς ἐς τοῦτο ληπτὸς μᾶλλον [πολὺς δὲ καὶ αὐτὸς ἐν Συρίᾳ γεννώμενος]. Συγκαθειργνύσθωσαν εἰς ἄγγος ἀμφότεροι ἀσφαλῶς μάλα στεγνόν· βλεπέτω δὲ τὸ ἄγγος ὁ δριμύτατος ἥλιος. Ἐπειδὰν οὖν διαφθαρῶσιν ὑπό τε ἀλλήλων καὶ τῆς ἕλης καὶ τοῦ χρόνου, κατ' ἄνεμον τὸν συνεχῶς εἰς ἐκείνους φέρειν συ νειθισμένον τὸ σκεῦος τεθὲν ἀνοιγνύσθω, ὡς τὴν ἀπ' αὐτοῦ ἀποφορὰν ἐς τοὺς ἀντιπάλους οἴχεσθαι, πορθμευομένης τῆς αὔρας εἰς τοὺς τῶν ἐπιβουλευομένων ἀναπνοάς. Τῆς δὲ ἐνεργείας τὰ παραδείγματα· ἵππος πεσεῖται παρατρέχων, καὶ γειτνιάσας ἄνθρωπος, καὶ ὄρνις οὐχ ὑπερπτὰς κάτεισιν ἐξ ἀέρος πεφονευμένος, καταληφθεὶς ἀνέμῳ φεύγοντος ὠκυτέρῳ πτεροῦ. Εἰ δέ πῃ καὶ καθ' ἡμᾶς, ἤτοι τέχνῃ τῶν ἐξ ἐπιβουλῆς, ἢ καὶ ἀπό τινος τῶν στοιχείων συμβαίη φθορά, εἰς ἀποφυγὴν τοῦ λοιμοῦ τὴν θεραπείαν προὔλαβον ἐκθέμενος ἐν ταῖς πρὸ τούτου διφθέραις. Προϋπέσχετο τὴν κατὰ Μήδων νίκην ἑαυτῷ τῷ γίνεσθαι τὴν ναυμαχίαν Θεμιστοκλῆς στρατηγῶν περιπλευσουμένων ἀγρυπνίᾳ, μέγα καὶ τοῦτο ὂν πλεονέκτημα τῶν πολεμίων τὸ ὕπνον ἁρπάσαι. Καὶ Ῥωμαίων δὲ αὐτοκράτορες παλαιοὶ γυμνότερον καὶ δραστικώτερον ἐχρήσαντο τῷ πράγματι, νύκτωρ ἐπάγοντες τῷ στρατοπέδῳ τῶν ἐναντίων κουφοτάτους τε πεζοὺς καὶ μετ' αὐτῶν σαλπιγκτὰς ἱππέας δι' ὧν κατώρθουν δυοῖν θάτερον· ἢ γὰρ ἀμελεστέρας τὰς προφυλακὰς καὶ φυλακὰς καταλαβόντες, ἀνήλισκον τοὺς ἐμποδών, ἢ πανικὸν ἐπενέβαλλον· τῶν μὲν καὶ τοξευόντων καὶ ἀκοντιζόντων, καὶ τῶν ἀπὸ σφενδόνης δὲ ἀφιεμένων φερομένων, ὁπότε ἀστοχοῖεν, κατὰ σκηνῆς ἢ ἵππου ἢ ὅπλου, ἦν ὁ κτύπος πλεῖον τοῦ τρῶσαι κατορθῶν, ἐκπλήσσων δὲ ἀεὶ τὸν πλησίον τῷ φόβῳ· περιϊππεύοντες δὲ οἱ σαλπιγκταὶ πολεμικὸν ἐνηχοῦντο, ὡς ἀεὶ φαντασίαν τοῖς κατ' αὐτὸ τεταγμένοις παρέχειν ἐπιπεσεῖσθαι ὅσον οὐδέπω τοὺς πολεμίους. Εἶτα μεθ' ἡμέραν ἐξήγοντο τὸ στρατόπεδον, παντὶ τρόπῳ τὸ μὴ συμβάλλειν μηχανώμενοι, τήν τε ἐπιοῦσαν νύκτα ὁμοίαν ἐκτιθέντες τῇ παρελθούσῃ, τῶν μὲν οἰκείων διαναπαυομένων ὅλῃ σχολῇ ἡμέρας, ἢ ἄλλων ἐπιπομπῇ, τῶν δὲ αὐτῶν αἰεὶ ἐπιβουλευομένων ἀγρυπνεῖν. Ὅσα δὲ ἐκ τούτου δυστράπελα τίς οὐκ οἶδεν; ἄλγημα κεφαλῆς, κακοσιτίας, σώματος ἀτονίαν τοῦ ὑπνῶσαι κἂν ὁπωσοῦν ἐπιθυμίᾳ, τὴν αὐτὴν περίστασιν διαδεχομένων νυκτός τε

About this text

Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.

Witnesses

  • Copy-text PG 10 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.