Cesti (fragmenta) · §u05-rem-early

Unit 5 rem early

Rem early: Unit 5; lemma and argument toward the thesis.

Greek

ἄρρεν τεκεῖν, ἄρρενα, ἂν δὲ θῆλυ, θήλειαν. 3.7 Τοῦ αὐτοῦ· εἰς ἀφθονίαν γάλακτοσ Λίθος ὁ γαλακτίτης τοῦ ζῴου περιαπτόμενος τοῖς μαστοῖς πολύ τι χρῆμα τοῦ γάλακτος κατασπᾷ. Ἵνα δὲ καὶ πλείονος εὐπορήσῃ γάλακτος, αὐτὸν τὸν γαλακτίτην λίθον λελειωμένον ἐγχυμάτιζε μετὰ οἴνου καὶ ὕδατος. 3.8 Τοῦ αὐτοῦ· πρὸς τὸ μὴ ἐκτιτρώσκειν ἔμβρυον Τὴν ἐχενηΐδα τὸν ἰχθὺν λαμβάνοντες ναῦται ταριχεύουσιν εἴς τε τὸ μὴ ἐξαμβλίσκειν καὶ εἰς σύλληψιν ὡς ἐρρωμενεστέρῳ φαρμάκῳ χρώμενοι. Ἐξ ἧς λειουμένης τὸ ζῷον ἐγχυματιζόμενον τὸ ἐν τῇ γαστρὶ σῶον διατηρεῖ. Εἰ δὲ καὶ ζῶσαν προσενέγκοι τις τῇ νηδύϊ τῆς ἱππάδος, ὅτε ταύτῃ ὁ ἵππος συνέρχεται, καὶ τότε καὶ εἰς τὸ λοιπὸν συλλήψεται καὶ οὐδέποτε πείσεται τὸν προειρημένον ὄλισθον. 3.9 Ἀφρικανοῦ· πρὸς ὠταλγίαν Ὦτα δὲ βούλομαι τρόπῳ ὠφελῆσαι διπλῷ· ἵνα καὶ ἀλγοῦντα παύσηται καὶ παυσάμενα μηκέτι ἀλγῇ. Ὅταν γὰρ δύσοιστον καὶ ἀπόφορον τὸ περὶ οὖς γένηται πάθος ὡς ἑλκῶν γινομένων πῦά τε δυσώδη καὶ σκώληκας ἐκθρέψαι, δυσανασχέτου τῆς περὶ αὐτὰ γινομένης ὀδύνης, περδίκιος βοτάνη, εὐτελὴς μὲν καὶ φυομένη πανταχοῦ, ὥσπερ τῆς φύσεως τῷ εὐπόρῳ φιλοτιμουμένης, συγκόπτεται ἰσχυρῶς, ὡς πολὺν αὐτῆς τὸν χυλὸν γενέσθαι. Εἶτα μέλιτος Ἀττικοῦ ὀλίγον λαμβάνεται καὶ ὄξους δριμέος οὐ πολὺ καὶ ὑλῶν θαλαττίων βραχύ. Ταῦτα μιγέντα καὶ χλιανθέντα τῷ πονοῦντι γίνεται σωτηρία. 3.10 Ἀφρικανοῦ· πρὸς ὀζαίνας καὶ πολύποδας [περὶ βηχός] Ἁλικακάβου τὴν ῥίζαν ἴσα βουτύρῳ μίξας χρῶ. 3.11 Ἀφρικανοῦ· περὶ δυσουρίασ Ἐὰν ἵππου τὰ οὖρα ἐπισχεθῇ, παρθένος λύσασα ἣν φορεῖ ζώνην, τυψάτω αὐτὸν κατὰ τοῦ προσώπου τῇ ζώνῃ, καὶ παραχρῆμα ἐξουρήσει ἀθρόως καὶ ἡ ὀδύνη παύσεται. 3.12 Ἀφρικανοῦ· πρὸς ὑδρωπικόν Στέαρ κορώνειον σὺν οἴνῳ ˉγˉο κʹ ἐγχυμάτιζε θερμῷ, ἢ χερσαίου ἐχίνου καυθέντος τὴν σποδιὰν οἴνῳ ἐγχυμάτιζε. 3.13 Ἀφρικανοῦ· περὶ χροιᾶς ἵππων Τῶν ἵππων διάφοροι μέν, ὡς ἀρεταί, καὶ χρόαι· εὐτύχημα δὲ καὶ χρόα καὶ σεμνὸν τῷ ζῴῳ ἡ εὐθὴς δορά. Αἱ μὲν οὖν αὐτῶν αὐτοφυεῖς, τὰς δὲ τεχνῶνταί τινες μεταβάλλοντες ἐπὶ τὸ κρεῖττον. Καὶ αἱ μὲν αὐτῶν μεταποιοῦνται φαρμάκοις, αἱ δὲ ποικίλλονται καύσεσιν. Ἵππος οὖν ἐκ πυρροῦ μέλας γένοιτ' ἂν σκίλλῃ μετ' ὄξους καὶ κισσήρεως λελειωμένης καταπλασθείς, λευκὸς δ' ἂν ἀποβαίη ζεστῷ τῷ φαρμάκῳ. Πυρρὸς δὲ ἐκ λευκοῦ γένοιτ' ἂν τιτάνου καὶ λιθαργύρου λείων ἐν ὕδατι ἑφθεισῶν εἴς τε γλοιοῦ πάχος γενομένων, εἰ ἐφ' ὥρας καταπλασθείη δύο. Εἰ δὲ πλείοσιν ὥραις ἐπιμείναι τὰ τῆς χρίσεως, ἐκ λευκοῦ μέλας ἂν ἀποβαίη. ∆ίχα δὲ χρωμάτων τὴν τρίχα εἰς ὄψιν ἑτέραν ἐπὶ τῷ ζῴῳ χαλκεύει τὸ πῦρ καὶ τὴν τοῦ ἵππου ποικιλίαν ψεύδεται. Λευκόψαρος ἵππος [ὄνομα δὲ χρώματι τοῦτο] καταγράφεται τὸν τρόπον τοῦτον· καυστὴρ στρογγύλος ἐν μέσῳ κοῖλος εἰς τὴν τοῦ ο στοιχείου περιφέρειαν εἱλούμενος πυρωθεὶς καταδεδεμένῳ τῷ ἵππῳ ἐπιτίθεται κατὰ θέσιν καὶ ἄρσιν. Ὁ μὲν οὖν κύκλος ἔξωθεν μέλας, τὸ δὲ ἀρχαῖον μένον ἐξ αὐτοῦ σῶμα πάρδαλιν ψεύδεται, ἐπί τε πόδας καὶ ἐπ' αὐχένα συντεθείς. Ἴδοις δ' ἂν αὐτοῦ καὶ τὸ πρόσωπον οἷα θηρίου. Καλὸν δ' ἵππῳ τοῦτο ἐπιγράφειν θυμικῷ, ἵνα τὸ τάχος ὅμοιον ἔχῃ τῇ δορᾷ. 3.14 Ἀφρικανοῦ· βάμμα τριχῶν αἰωνίως φυλαττόμενον Σφέκλης, ἀκακίας μελαίνης, στυπτηρίας στρογγύλης, πολυτρίχου, ἀνὰ ˉγˉο ʹ, κηκῖδος στατ. βʹ κερατ. ʹ κάρυα χλωρὰ ιʹ, μυρσίνης μελαίνης ἀφ' αἵματος ˉλˉι α#161ʹ, λαδάνου ˉγˉο ʹ, οἴνου παλαιοῦ μέλανος ˉλˉι εʹ. Ἕψει πάντα μετὰ οἴνου ἕως ἀποτριτωθῇ, καὶ προσμήξας ἔμβαπτε τὰς τρίχας νυχθήμερα γʹ καὶ θαυμάσεις. 3.15 Ἀφρικανοῦ Τοῦ θαλαττίου ἐχίνου τὸ σῶμα σώματι ψωριῶντι ἐπιχρισθὲν ὑγιὲς ἐργάζεται. 3.16 Ἀφρικανοῦ Κυνὸς ἐγκέφαλος κάταγμα πωροῖ ἡμέρας ιδʹ εἰς ὀθόνιον ἐγχριόμενος καὶ ἐπιτιθέμενος, ἄνωθεν ἐρέας ἐπειλουμένης. 3.17 Ἀφρικανοῦ· περὶ συκῶν καὶ μυρμηκιῶν καὶ ἀκροχορδόνων Μυρμηκίαι εἰσὶν σωμάτων ἐκφύσεις τραχέσιν ἥλοις προσεοικυῖαι· γίνονται δὲ πολλοῖς πολλαχοῦ. «Μυρμηκίας» δὲ καλοῦσιν τὸ πάθος, ἃ πολλοὶ δεισιδαίμονες καὶ σημεῖά τινος αὐτοῖς συμβησομένου τίθενται. Ὧν ἡ ἀπαλλαγὴ ποικίλη καὶ πᾶσι πεπειραμένη. Οἱ μὲν γὰρ ἐπιφυλάξαντες οὐρήσαντα <κύνα> κατὰ γῆς τὸν πηλὸν ἀναφυράσαντες ἐπέθηκαν τῷ τόπῳ καὶ τὸ αἴτιον τῷ πηλῷ συναπέκλεισαν· ἄλλοι δ' ἐλατήριον τρίψαντες καὶ ἐπιτιθέντες οὕτω περιεγένοντο· ἢ κιχορίου ἄνθος, ὅπερ κυρίως «ἡλιοτρόπιον» καλεῖται, πρὸ ἀνατολῆς ἡλίου ἀφελόντες <...> τρὶς περίγραφε τὸν τόπον καὶ ἡ μυρμηκία παύσεται. 3.18 Ἀφρικανοῦ Γῆρας ὄφεως φοίνιξιν ἐγκρύψας εἴ τι τῶν ζῴων ψωμίσεις, καθαριεῖς

About this text

Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.

Witnesses

  • Copy-text PG 10 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.