Cesti (fragmenta) · §u05-rem-mid

Unit 5 rem mid

Rem mid: Unit 5; lemma continues; reading with the letter.

Greek

αὐτοῦ τὰς ἀκροχορδόνας. 3.19 Ἀφρικανοῦ Τοὺς σκώληκας κλύσμασιν ἀφαρμάκτοις ἐκβαλεῖν ὕδωρ ἐμοὶ καθαρὸν ἀρκεῖ ληφθὲν τὸν τρόπον τοῦτον· ἀντίχειρι καὶ τῷ ἰατρικῷ δακτύλῳ χειρὸς εὐωνύμου ἀρυσάμενος ἐπεστραμμένως «ἀθολώτου νάματι πηγῆς» τὸν νοσοῦντα τοὺς σκώληκας τόπον τρὶς ῥᾶνον. Οἱ δὲ ἐξελεύσονται πάντες ἐφέποντες ἀλλήλοις, καταλειπομένου ἔνδον οὐδενός. 3. Ἀφρικανοῦ Ὅτι ὄνος ἁπάντων τῶν ζῴων οὔτε φθεῖρας οὔτε κρότωνας φέρει. 3.21 Ἀφρικανοῦ· περὶ λυσσοδήκτων καὶ ὑδροφόβων καὶ λοιπῶν δηγμάτων ἑρπετῶν Ὁ παρὼν ἐγχυματισμὸς διὰ δʹ ἔχει τὴν σύστασιν· γεντιανῆς, σμύρνης, ἀριστολοχείας στρογγύλης καὶ δαφνίδων. Ταῦτα ἐξ ἴσου κόπτε καὶ σῆθε ἀναλαμβάνων μέλιτι ὠμῷ. Ἡ δόσις κυάμου Αἰγυπτιακοῦ τὸ μέγεθος. ∆ίδου δὲ ὀφιοδήκτοις ἐν ὕδατι, σκορπιοπλήκτοις ἐν οἴνῳ πρωτείῳ διάτριτον. 3.22 Τοῦ αὐτοῦ Ἀσπίδων δὲ δήγματι θεραπεία· κόρεις πλεῖστοι λαμβανόμενοι ἀσπιδοδήκτοις ἄκος εἶναι μέγιστον πιστεύονται, ἢ χελώνης οὖρον πινόμενον καὶ ἐπὶ τὸ δῆγμα ἐπισταζόμενον καθ' αὑτό τε καὶ μετὰ πολλῶν κόρεων. Ὁ δὲ ἰατρὸς Φόβιος τοῖς ὑπὸ ἀσπίδων δηχθεῖσι τὴν καλουμένην «αἱμορροΐδα» ἐδίδου τὸν ὄφιν φρύγων καὶ λειῶν καὶ ἐν οἴνῳ ποτίζων, καὶ τὸ ἀνάπαλιν τοὺς ὑπὸ αἱμορροΐδος δηχθέντας ὡσαύτως ἀσπίδι χρῆσθαι ἔλεγεν. Ἴναρον γὰρ τὸν Λίβυν ἴαμα ἀλλήλων ἔφασκεν αὐτὸ παραδεδωκέναι. 3.23 Ἀντιπαθὲς εὐπόριστον· τοῦ αὐτοῦ Πηγάνου φύλλα κʹ, κάρυα βασιλικὰ βʹ, ἁλὸς χόνδρον αʹ, ἰσχάδας βʹ νήστει ἵππῳ προδιδοὺς ἐν ἐγχυματισμῷ ὑπ' οὐδενὸς φαρμάκου ἢ ἄλλου τινὸς ἰοβόλου κακωθήσεσθαι ἐργάσῃ. Εἰς δὲ τὸ μὴ δηχθῆναι ὑπὸ σκορπίου εἰς κασσιτέρινον πέταλον ἐπίγραψον· «ἀββάς», καὶ περιδέσμει τοῦτο τῷ τραχήλῳ τοῦ ζῴου. 3.24 Ἀφρικανοῦ· πρὸς δῆγμα παντὸς θηρίου Κάρδαμον λειώσας ἐπίπλασσε μετὰ ὀθονίου ἢ τούτου σπέρμα βρέξας καὶ λειώσας ὡσαύτως ἐπιτίθει μετὰ ὀθονίου. 3.25 Τοῦ αὐτοῦ· πρὸς πληγὴν ἰοβόλων ἐνύδρων ζῴων ἀφλέγμαντον Γῆ Λημνία πρὸς τὰς τῶν θαλαττίων ἰοβόλων πληγὰς ἁρμόζει μετ' οἴνου διδομένη, καὶ λευκὰς ὀρεινὴ ὄξει καταπλασσομένη παραπλησίως ἰᾶται. 3.26 Τοῦ αὐτοῦ· προφυλακτικὸν εἰς τὸ μὴ ἀδικεῖσθαι ὑπό τινος ἰοβόλου δήγματοσ Ἐλαίου ὠμοτριβοῦς ˉλˉι βʹ, μυελοῦ ἐλαφείου νεοσφαγοῦς ˉγˉο δʹ, κηροῦ τὸ ἀρκοῦν τήξας ἀμφότερα καὶ διηθήσας, χρῶ κατὰ πάντων τῶν ἰοβόλων. 3.27 Τοῦ αὐτοῦ· περὶ σκολοπένδρασ Η σκολόπενδρα μεῖζον μὲν ἀδικεῖ· σὺ δὲ μέρος τι τῆς ἀντιδότου θηριακῆς ἐπιχρίσας ἴασαι τὸν κεκνισμένον τόπον. Ἀσφοδέλου δὲ καρπὸς καὶ τὰ ἄνθη σὺν οἴνῳ πινόμενα σκολοπένδρας εἰσὶν ἀντίπαλα, συκῆς τε ὄλυνθοι μετ' οἴνου καὶ ὀρόβου καταπλασσόμενοι παύουσι τὴν ἀλγηδόνα. 3.28 Τοῦ αὐτοῦ· περὶ ἀραχνίων Τῶν ἀραχνίων εἴδη πολλά. Τὰ δὲ ἀπ' αὐτῶν ἀδικῆσαι δυνάμενα δύο, μαινόλης καὶ χαλκίς. Τοῖς μὲν οὖν ὑπὸ μαινόλους πληγεῖσιν ὑσσώπου ἢ ὀριγάνου ˉγˉο δʹ στατ· δʹ ἁλός τε πεφρυγμένου ἴσον λείου καὶ σὺν μέλιτι ἐπιτίθει· ἢ κύμινον ὅσον τοῖς τρισὶ δακτύλοις συνέχειν ἄγνου τε καρπὸν τὸ ἴσον μετ' οἴνου ˉγˉο γʹ ἐγχυμάτιζε. ∆ιδόναι δὲ καὶ μάζας καὶ σκόροδα καὶ † λαβῶν ἐπωφελὲς διὰ στόματος † <...>. 3.29 Τοῦ αὐτοῦ· πρὸς μελίσσασ Πρὸς δὲ τὰ ἔντομα, σφῆκας, μελίσσας, ἀνθρήνας, τενθρηδόνας, βομβυλίους, βέμβικας, δάφνης φύλλα κατάπλασσε ἢ μαλάχης ἢ σισυμβρίου ἢ κορίου. Ποιεῖ δὲ καὶ βόλβιτον καταχριόμενον ὀπός τε συκῆς σὺν συκαμίνου φύλλοις ἢ καλαμίνθη ἢ φακὸς σὺν ἐλαίῳ χριόμενος. Ἄπληκτα δὲ τὰ ζῷα τηρεῖ σικύου ἀγρίου ῥίζα ἐλαίῳ συνεψηθεῖσα <...> ὅθεν ἀλείφειν αὐτὰ χρὴ χαλβάνην σὺν ἐλαίῳ. Ὁμοίως δὲ τοῦτο καὶ θυμιώμενον πρὶν ἀνοῖξαι τὰ σμήνη ἀπλήκτους διατηρεῖ, ἢ μελισσόφυλλον ἐλαίῳ τρίψαντα ἀλείφειν, ἢ βόλβιτα θυμιᾶν ἢ ἐλελίσφακον. Πᾶν δὲ ἔντομον ἐλαίῳ ἐπιρρανθὲν ἀναιρεῖται. 3.30 Τοῦ αὐτοῦ· περὶ διψάδοσ Ἡ διψὰς καὶ αὐτὴ πολυώνυμός ἐστιν· καλεῖται γὰρ «καύσων» καὶ «πρήστης» ἀφ' ὧν διατίθησι, «μελάνουρος» δὲ καὶ «ἀμμοδύτης» ἀπό τε τῆς διαίτης καὶ τῆς ἰδέας αὐτῆς, θηρίον ἐχίδνης μικρότερον καὶ χαλεπώτερον. Ἐμποιεῖ γὰρ τοῖς δηχθεῖσιν ἐγκαύσεις δίψος τε ἐπιτεταμένον ἄχρι τοῦ πίνοντας διαρρήγνυσθαι. Πρὸς δὴ τὸ διψάδος δῆγμα κύπερος ἐγχυμάτισμα δι' οἴνου καὶ ὕδατος ὀνίνησι λάδανόν τε λελειωμένον καὶ οἴνῳ διδόμενον, ἔτι δὲ ἑσπέριον μῆλον τὸ «κίτριον» λεγόμενον προποτισθὲν μὲν ἀντιπαθεῖ, ἐπιποτισθὲν δὲ ἀρήγει, καὶ μάλιστα τὸ χρυσίζον αὐτοῦ. 3.31 Περὶ δρυΐνου Ὁ δὲ δρυΐνης ὄφις ἐν ταῖς τῶν δρυῶν ῥίζαις τὸν βίον ποιούμενος καὶ πρὸς ἄλλοις

About this text

Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.

Witnesses

  • Copy-text PG 10 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.