Cesti (fragmenta) Unit 6 opening
Unit 6.
Lemma-led open — Πτολεμαϊκὰ
Greek
πάντων ἡ τέχνη τῶν ἄλλων χρωμάτων, λευκῶν μόνων χωρὶς διὰ τὸ ὁμοφυὲς τῆς τῶν τριχῶν ἀναφυῆς, τὸ μὲν γράμμα ἐκκόψει, τὸ δὲ ἀρχαῖον χρῶμα τηρήσει. 4.1 Ἐκ τῶν Ἀφρικανοῦ <Κεστῶν>· περὶ σταθμῶν καὶ μέτρων Ἐπειδὴ πολλαχοῦ σταθμῶν τε καὶ μέτρων ἐπεμνήσθην δεῖ δὲ τῆς τούτων συμμετρίας ἀκριβοῦς, ὡς ἂν μή τινες τῇ ποσότητι σφαλλόμενοι διαβάλλοιεν τὰ ἐκ τῶνδε συνιστάμενα βοηθήματα, ἀναγκαίως ἔκρινα δηλῶσαι τίσι καὶ ποταποῖς χρήσασθαι δεῖ καὶ τὰς πρὸς ἄλληλα αὐτῶν διαφορὰς ἐκθέσθαι. Ἔστιν μὲν οὖν ἐν χρήσει πολλοῖς τά τε Ἀττικὰ καὶ τὰ Ἰταλικά, τισὶ δὲ Σύρια τε καὶ Αἰγύπτια τὰ καὶ «Πτολεμαϊκὰ» καλούμενα. Ταῦτα δὴ συγκριτέον ἀλλήλοις. Πᾶν τάλαντον ὡς ἐπίπαν ἰδίας ἔχει μνᾶς ξʹ. πᾶσα δὲ μνᾶ (δηλαδὴ τῶν προειρημένων) στατῆρας ἔχει κεʹ; ὁ δὲ στατὴρ δραχμὰς αἵ εἰσιν ὁλκαὶ δʹ· ἔχει οὖν πᾶν τάλαντον μνᾶς ξʹ, στατῆρας αφʹ, δραχμὰς δὲ . Ἡ δραχμὴ ὀβολοὺς ἔχει ʹ ὁ δὲ ὀβολὸς χαλκοὺς ηʹ. καὶ ἡ δραχμὴ ἄρα ἔχει χαλκοὺς μηʹ. Ἀλλὰ τὸ Ἀττικὸν τάλαντον ἰσοστάσιον μέν ἐστιν τῷ Πτολεμαϊκῷ καὶ Ἀντιοχικῷ καὶ ἰσάριθμον ἐν πᾶσιν, δυνάμει δὲ τοῦ μὲν Πτολεμαϊκοῦ κατὰ τὸ νόμισμα τετραπλοῦν, ἐπίτριτον δὲ τοῦ Συρίου καὶ Ἀντιοχικοῦ, τῷ δὲ Τυρίῳ ἴσον. Ἀκολούθως δὲ τῇ περὶ τὸ τάλαντον εἰρημένῃ διαφορᾷ καὶ τὰ ἄλλα παραληφθήσεται· μνᾶ τε γὰρ μνᾶς καὶ στατὴρ στατῆρος καὶ δραχμὴ δραχμῆς ταὐτὸν διοίσει ὡς ἡ περὶ τοῦ ταλάντου διαφορά. Οἶδα δὲ καὶ ξυλικὸν τάλαντον ἐν Ἀντιοχείᾳ ἕτερον ὃ μνᾶς μὲν ἰδίας ἔχει ξʹ, ἑξαπλασίας δὲ σχεδὸν τῷ τοῦ νομίσματος σταθμῷ· τὸ δὲ ἐν Ἀλεξανδρείᾳ ξυλικὸν τῷ πέμπτῳ διαφέρει πρὸς τὸ προειρημένον ἐπιχώριον περιττεῦον. Τὸ δὲ παρ' Ὁμήρῳ τάλαντον ἴσον ἐδύνατο τῷ μετὰ ταῦτα δαρεικῷ, ὡς δῆλον ἐκ τῶν ἐναγωνίων ἐπὶ Πατρόκλῳ θεμάτων. Τῷ μὲν γὰρ πρώτῳ γυναῖκα καὶ λέβητα πάμμεγαν δευτέρῳ δὲ ἵππον ἐγκύμονα ἔπαθλον ἔθηκε καὶ τῷ τρίτῳ μέτρων δʹ λέβητα· τῷ δὲ τετάρτῳ ἔθηκε δύο χρυσεοτάλαντα· <ἃ> οὐκ ἂν εἰ τιμιώτερα τῶν πρώτων δύναιτο † δὲ τοῦ πέμπτου προῦχον προσβάσεως ὑποκάτιον θεῖναι † ὅπερ ἦν ἡ «ἀμφίθετος φιάλη» <...>. Ὁ δὲ χρυσοῦς, τὸ ὁμηρικὸν ἐνταῦθα τάλαντον, Ἀττικὰς ἄγει δραχμὰς βʹ, γράμματα ʹ, τετάρτας δηλαδὴ τέτταρας. Οὐ λανθάνει δέ με καὶ τὸ τῶν δραχμῶν πλείους εἶναι διαφοράς· τήν τε γὰρ ∆ηλίαν καὶ Αἰγιναίαν, Ῥοδίαν τε καὶ <...> τῆς Πτολεμαϊκῆς εἶναι πενταπλασίαν ἑξαπλασίαν δὲ τὴν «νησιωτικὴν» οὕτω προσαγορευομένην. Τῇ οὖν Ἀττικῇ χρηστέον πρὸς σταθμὸν καὶ νόμισμα, ἐπείπερ ἰσοδύναμός ἐστιν καὶ ἰσοστάσιος τῇ Ἰταλικῇ ἣ καλεῖται «δηνάριον», ὡς γὰρ ἐπίπαν τοῖς Ἰταλικοῖς νῦν χρῶνται πολλοί. Ἡ Ἀττικὴ μνᾶ στατῆρας ἔχει κεʹ· ἡ δὲ Ἰταλικὴ λίτρα στατήρων ἐστὶ κδʹ· τῶν δὲ λοιπῶν μνῶν μυρίαι διαφοραὶ καὶ οὐδέν τι ἡμῖν ἀναγκαῖαι νῦν ἐκτεθῆναι. Ἡ δὲ λίτρα ποιεῖ ˉγˉο ιβʹ καὶ ἡ ˉγˉο δραχμὰς ηʹ· ἡ δὲ δραχμὴ γραμμάτων ἐστὶν γʹ· τὸ δὲ γράμμα ὀβολοὺς ἔχει βʹ· πάλιν τὸ γράμμα θέρμους γʹ, ὁ θέρμος κεράτια βʹ, ὡς εἶναι τὴν λίτραν κερατίων αψκηʹ. ∆ιαιρεῖται δὲ ἐκ περιουσίας καὶ τὸ δηνάριον κατὰ Ῥωμαίους εἰς μέρη αρνβʹ· ἔχει γὰρ τροπαϊκὰ δύο, νούμους τέσσαρας, ἀσσάρια ι ʹ· ὁ δὲ νοῦμος ἔχει ὀγκίαν τῷ σταθμῷ. Τὸ ἀσσάριον διαιρεῖται εἰς ἥμυσυ καὶ τρίτον καὶ τέταρτον καὶ ἕκτον καὶ ὄγδοον καὶ ἔνατον, δέκατον, δωδέκατον, ἑξκαιδέκατον, εἰκοστοτέταρτον, τριακοστόεκτον, τεσσαρακοστοόγδοον, ἑβδομηκοστοδεύτερον· τὰ δὲ μέρη ταῦτα ἰδίας ὀνομασίας ἔχει παρὰ τοῖς Ῥωμαίοις λογιστικοῖς. Ὁ τοῦ οἴνου ἀμφορεὺς ὃν καὶ «μετρητὴν» λέγουσιν οἱ πολλοὶ ἡμιαμφόρια μὲν ἔχει βʹ ἃ καλοῦσιν «κάδους» ὀνόματι κοινῷ Ῥωμαῖοι δὲ «οὔρνας», προύχους δὲ ἔχει δʹ, χόας ὀκτὼ οὓς δὴ «κογγία» λέγουσιν «κάβους» δὲ ἡμεῖς· ὁ δὲ χοῦς δύναται ξέστας ʹ (τὸν δὲ ξέστην «ἵνιον» καλοῦσιν Αἰγύπτιοι), ὡς τὸν ἀμφορέα εἶναι ξεστῶν μηʹ. Ὁ δὲ Ἀντιοχικὸς
About this text
Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.
Witnesses
- Copy-text PG 10 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.