Cesti (fragmenta) · §u05-rem-close

Unit 5 rem close

Rem CLOSEOUT: Unit 5 CLOSEOUT.

Greek

δένδροις καλινδούμενος οὕτω καὶ πονηρός ἐστιν πρὸς τὸ διαφθεῖραι κακῶς, ὡς, εἴ τις αὐτῷ ἐπιβαίη, τοὺς πόδας ἀποδέρεσθαι καὶ οἰδήματα καθ' ὅλων τῶν σκελῶν γίνεσθαι. Καὶ ἔτι θαυμασιώτερον· εἰ καὶ θεραπεύειν τις αὐτοὺς ἐθέλει, καὶ τούτου τὰς χεῖρας ἀποδέρεσθαι. Μελίας οὖν τῶν φύλλων ὁ χυλὸς πρὸ παντὸς βρωτοῦ καὶ ποτοῦ χρήσιμος πάνυ ἐγχυματιζόμενος. 3.32 Τοῦ αὐτοῦ· περὶ διαφόρων <δηγμάτων> καὶ πληγῶν Ἴδια μὲν οὖν πρός τε δήγματα καὶ πληγὰς τῶν ἰοβόλων ζῴων ἃ προείρηται, κοινὰ δὲ ταῦτα· ἶρις μετ' ὄξους πινομένη, παλιούρου σπέρμα ἢ μύρτης χυλὸς σὺν οἴνῳ, καρδάμωμον ὁμοίως, ἢ ἀπίου καρπὸς ἢ τριφύλλου ˉγˉο #161ʹ, ἀσφοδέλου ῥίζη στατ. βʹ κερατ. ʹ σὺν οἴνῳ, ὀπός τε σιλφίου ἢ σπέρμα κριθῆς, πολίου ἀφεψήματος ἐγχυματισμός, καὶ κενταύριον, δίκταμνον, καστόριον, πήγανον, ἐλελίσφακον, καλαμίνθη, ἄγνος. Πρὸς τούτοις μὲν καὶ κατάπλασσε ἔτι πιτύροις σὺν ὄξει, ἢ οἴνῳ, ἢ ῥαφανίσιν, ἢ βολβοῖς. Ταῦτα μὲν εἰρηκότες ἤδη προειλήφασι πολλοὶ ἄλλος ἄλλο πείρᾳ τὸ δόκιμον ἐπαινῶν. Πρὸς δὲ τούτοις, ὁ μέν τις χυλὸν πράσου προσπιεῖν, ὁ δὲ ἀλεκτορίδος ζώσης τὸν ἐγκέφαλον ἐξελών, οἴνῳ ἀκράτῳ διείς, τῷ κινδυνεύοντι ὤρεξεν, ἄλλος οὖρον παιδὸς οἴνῳ καὶ αὐτὸ κραθὲν ἐπέδωκεν, ὁ δὲ μῦν ἀνασχίσας ἐπέθηκε τῷ πλήγματι καὶ εἰς τὸν μῦν τὸν ἰὸν ἀνέσπασεν. Ἐγὼ δὲ προκρίνω τῶν πολλῶν ὅπερ πρός τε λυσσοδήκτους καὶ σκορπιοπλήκτους ἐξεθέμην μυστήριον τὸ Παρθικόν, ὃ διὰ τεσσάρων ἴσων ἀνύεται· σμύρνης, ἀριστολοχείας, γεντιανῆς, δαφνίδος [κενταυρίου]. Προσλαβὼν οὖν ταῦτα καὶ τρίψας σὺν οἴνῳ καὶ ἀναβράσας ἐγχυμάτιζε. Εὐπόριστα δὲ ταῦτα· αἴγειον γάλα καθ' αὑτὸ καὶ μετ' οἴνου ˉγˉο εʹ διδόμενον, βάτραχοι μετ' οἴνου ἑψόμενοι καὶ ἐγχυματιζόμενοι, πρός τε ἰοβόλα πάντα καὶ φρύνους. Καὶ ἀβρότονον δὲ λεῖον σὺν οἴνῳ, ἀγαρικόν τε ὁμοίως καὶ ἄγνου καρπὸς ὁμοίως, ἄμις Αἰθιοπικὴ καὶ Ἰταλικὸν κύμινον μετ' οἴνου ἐγχυματιζόμενον, ἀμπελόπρασόν τε ἐσθιόμενον, δάφνης τὰ φύλλα λεῖα μετ' οἴνου ἢ ὕδατος ἐγχυματιζόμενα, ἢ δρυὸς βάλανοι ἐσθιόμενοι ἁρμόζουσι κόρεώς τε καρπός, μανδραγόρου ῥίζα σὺν μελικράτῳ. Καὶ βδέλλαι δὲ ἐπιτιθέμεναι τῷ δήγματι βοηθοῦσι καὶ ἕλκουσιν. Αἴγειος σπύραθος μετ' ὀριγάνου ἐπιτιθέμενος θηριοπλήκτοις βοηθεῖ ἐλέφαντός τε ξηρὰ κόπρος. Καὶ ἄγνου φύλλα καταπλασσόμενα, ἄλφιτα ὁμοίως μετὰ τρυγὸς οἴνου καὶ αὐστηροῦ οἴνου ἢ θαλάσσης ἐγχυματιζόμενα δαψιλῶς ἁρμόζουσι πρὸς πάντα ἰοβόλα ζῷα ὅσα κατὰ ψῦξιν ἀναιρεῖ. Θηρίον οὖν ὁποῖον <ἂν> δάκῃ, τούτου τὴν κεφαλὴν ἀνελὼν ἐπιτίθει τοῖς δήγμασι καὶ ἐπιδήσας ἄνευ φλεγμονῆς ὑγιάσεις. Ἢ καύσας τὴν πλήξασαν κεφαλὴν τὴν σποδιὰν ἐπιτίθει. Ἢ δρακοντίου ῥίζαν τρίψας θὲς ἐπὶ τὸν πεπληγότα τόπον προκατασχάσας. Ὑακίνθου χυλὸς ἐγχυματιζόμενος παντὶ θηρίῳ ἀντιπαθεῖ. Ἡ τε τοῦ ἀγρίου σταφυλίου ῥίζα περιαπτομένη καὶ ὁ καρπὸς ἐγχυματιζόμενος ἁρμόζει πρὸς πᾶν θηρίου δῆγμα καὶ πληγάς. 3.33 Ἀφρικανοῦ· πρὸς τὸ μὴ ἀδικεῖσθαι κτήνη ὑπὸ φρύνου νύκτωρ ἢ ἐν ζοφερῷ τόπῳ ἐμφωλεύοντος προσφυσώμενα Ὁ φρῦνος προσφυσᾶν εἴωθεν τοῖς κτήνεσι χαλεπώτατα, ἤν που ἐν ἱπποστασίῳ νύκτωρ λάθῃ ἢ ἐν ζοφώδει τόπῳ, καὶ νόσοι παρακολουθοῦσιν ἐκ τούτου λοιμικαὶ τοῖς ζῴοις καὶ οἰδήματα δυσίατα, ὡς ἀργεῖν πᾶσαν ἐπικουρίαν πρὸς τὸ δεινόν. Χρὴ οὖν πρὸς τὸ μηδέποτε αὐτὸν τοιοῦτον δρᾶσαι πῦρ ἐν τοῖς ἱπποστασίοις διαρκὲς ὑφάπτειν· τουτὶ γὰρ τὸ ζῷον ὡς ἔλεγχον αὑτοῦ φοβεῖται τὸ πῦρ. 3.34 Ἀφρικανοῦ· εἰς τὸ πραῦναι <φλεγμονὰς ποδῶν> καὶ ἄλλων μερῶν Φοίνικας ζʹ προβρέξας ἐν οἴνῳ γλυκεῖ ἕως ἁπαλοὶ γένωνται τρῖβε σὺν ἀρκοῦντι ῥοδίνῳ ὡς λειότατα. Εἶτα κηροῦ καὶ στέατος χοιρείου προσφάτου καὶ ψιχῶν ἄρτου ἴσα σὺν ῥοδίνῳ ἑψήσας μικρὸν κατὰ τῶν λελειωμένων φοινίκων ἐπίχει καὶ ἑνώσας ἐν θυίᾳ ποίει ὑγρὸν ὡς ἐμπλαστρῶδες καὶ ἐπιθεὶς τὴν φλεγμονὴν εὐθὺς ἀρεῖς. 3.35 Ἀφρικανοῦ· πρὸς <αὐτό> Κύκνου δεξιὸς ὄρχις περιαπτόμενος παύει τὴν νόσον. 3.36 Ἀφρικανοῦ· χαρακτήρων ἵππων ἀφανισμός. Ἵππων δὲ αὕτη σπουδαίων κλοπὴ χαρακτῆρας ἀλλάξασα τὰ ἐκκαυθέντα τοῖς σώμασι γράμματα ἐξελεῖν καὶ ἀφανίσαι τὸ πρόσθεν σύμβολον ἑτέρῳ χρώματι καὶ ἀνεπίγνωστον ποιῆσαι τῷ πρώην δεσπότῃ. Τὸ δὲ οὕτω γίνεται· ὄσπριον, οὗ τὸ εἶδος ἐπὶ τέλει ἑξαγώνῳ ἑβδόμῳ ἐπιγέγραπται πρώτῃ σελήνῃ ὥρᾳ τρίτῃ δίεφθον ὂν ὅτῳπερ ἀφανίσαι θέλῃς μέρει [βάτον] ἐπίπλασσε. Ἑλκῶσαν γὰρ τῇ καύσει λευκὴν ἀναφέρει τρίχα· εἰ δὲ καὶ πολλαχοῦ ἐμπλάσαις, ὁ πρόσθεν μονόχρωμος ἔσται ποίκιλος. Κατὰ

About this text

Julius Africanus, Cesti (fragmenta) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Julius Africanus’s Cesti (fragmenta) — new OET from PG 10 Greek.

Witnesses

  • Copy-text PG 10 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.