Unit 4 rem close
Rem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek
δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. Ἔρχεται ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως. Καὶ ὅτε ἠρίστησαν, τότε ἀκολούθως ἐντέλλεται τῷ Πέτρῳ καὶ τοῖς λοι ποῖς ἀποστόλοις, πῶς ποιμανοῦσι τὴν ἀνθρωπότητα. Ὁρᾷς ἀγαθότητα θεοῦ; Ὁρᾷς φιλανθρωπίαν δεσπότου; Οὐ κατέγνω τῶν ἀποστόλων οὐδὲ ᾐτιάσατο τούτους οὐδὲ ἔπληξεν αὐτοὺς λέγων· «∆ιὰ τί κατελίπετε τὸ κήρυγμα καὶ ἐπὶ τὴν ἄγραν τῶν ἰχθύων ἐτράπητε «; Ἀλλὰ καὶ ἐπισκέπτεται τούτους καὶ παρακα λεῖ αὐτοῖς καὶ συνεργεῖ αὐτοῖς πρὸς τὴν θήραν καὶ ἄριστον αὐτοῖς εὐτρεπίζει ἑτοιμάσας ἄρτον καὶ τὸ ὀψάριον, ἵνα καὶ ἐν τούτῳ δείξῃ ὅτι γῆς καὶ θαλάσσης αὐτός ἐστι δημιουργός. Τί δὲ καὶ ὁ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς καὶ μετὰ τὴν ἀνάστασιν λέγει; Πρῶτον γὰρ τὰς ἁγίας γυναῖκάς φησιν ἑωρακέ ναι τὸ μνημεῖον ἀνεῳγμένον καὶ ἀκοῦσαι παρὰ τῶν ἀγγέλων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλὰ καθὼς εἶπεν ἠγέρθη ἀπὸ τῶν νεκρῶν. Ταῦτα μαθοῦσαι παρὰ τῶν ἀγγέλων ἀπήγγειλαν τοῖς ἕνδεκα μαθηταῖς, ὅτι ἠγέρθη ὁ κύριος ἀπὸ τῶν νεκρῶν. Ὁ δὲ ἅγιος Πέτρος ἀκούσας ἔδραμεν ἐπὶ τὸ μνημεῖον καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων. ∆ύο δέ τινες ἐξ αὐτῶν ἦσαν πορευόμενοι εἰς κώμην τινά, οἷς καὶ ὀφθεὶς ὁ κύριος ἐξελέγξας τὴν ἀπιστίαν αὐτῶν ἐδίδασκεν αὐτούς, ὅτι δεῖ παθεῖν τὸν Χριστὸν κύριον καὶ ἀναστῆναι. Καὶ ὑποστρεψάντων αὐτῶν εἰς Ἱερουσαλὴμ καὶ διηγουμένων τοῖς ἕνδεκα μαθηταῖς πῶς ὤφθη αὐτοῖς ὁ κύριος ἐν τῇ ὁδῷ, καὶ τῶν μαθητῶν ἔτι ταρασσομένων καὶ διαλογιζομένων περὶ τούτου, αὐτὸς ὁ κύριος ἔστη ἐν μέσῳ αὐτῶν, εἰρήνη ὑμῖν λέγων, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Πτοηθέντες δὲ καὶ ἔντρομοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου· καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν, ἵνα πείσῃ αὐτοὺς καὶ διὰ τοῦ βρώματος, ὅτι αὐτός ἐστιν ὁ καὶ πρὸ τοῦ πάθους συνὼν αὐτοῖς καὶ συνδιαιτώμενος. Τίς ἔτι τολμήσει θεομαχῆσαι; Τίς εἰς τοσαύτην ἀπιστίαν κατενεχθήσεται ὥστε τούτοις ἀπιστῆσαι; Εἴπερ πανταχοῦ ἀποδέδεικται διά τε τῆς παλαιᾶς καὶ καινῆς διαθήκης ἁγιαζόμενα τὰ κτίσματα τοῦ θεοῦ, εἴτε γὰρ προσφέρεται θεῷ, εἴτε καὶ μεταλαμβάνει ὁ Χριστὸς ὁ ἐνανθρωπήσας, διὰ πάντων τὰ ἑαυτοῦ κτίσματα ἁγιάζεται. Παυσάτωσαν οὖν οἱ αἱρετικοὶ διορθούμενοι τὸν θεόν. Τὸ γὰρ λέγειν· «Τοῦτο καλῶς ἐποίησε, τοῦτο ἐσφάλη ποιήσας «, οὐκ ἔστιν ἀνθρώπου νοῦν ἔχοντος, ἀλλὰ μαινομένου καὶ θεομαχοῦντος. Ἴδωμεν δέ, εἰ αὐτοὶ πάντων τῶν ἐμψύχων ἀπέχονται κατὰ τὴν διδασκαλίαν τῶν ἀκαθάρτων Μανιχαίων. Ἐκείνων γὰρ οἱ ἔξαρχοι ἅπαξ νομοθετήσαντες ἐμψύχων ἀπέχεσθαι διὰ τὴν ἐνοικοῦσαν ἐν αὐτοῖς ἀσέβειαν, καὶ τὰ φυόμενα ἐκ τῆς γῆς ἔμψυχα εἶπον· ἀπεσπάσαντο δὲ ἐκ τῶν γραφῶν τὰς μαρτυρίας· ὡς γὰρ λέγει ἐν τῷ ∆ανιήλ· Εὐλογεῖτε τὰ θηρία καὶ κτήνη καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν κύριον, οὕτως φησίν· Εὐλογεῖτε πάντα τὰ φυόμενα ἐκ τῆς γῆς τὸν κύριον. Καὶ ἀκολούθως τῇ οἰκείᾳ ἀσεβείᾳ ἀκολουθήσαντες εἰς τὸν κρημνὸν τῆς πλάνης κατερράγησαν· οὐδὲ γὰρ ἔτι δυνατὸν ζῆσαι ἐν σαρκὶ ἐκείνους αὐτοὺς τοὺς ταῦτα λέγοντας. Ἀκόλουθον δὲ ἕπεσθαι καὶ τοὺς μιμητὰς ἐκείνων τοῖς διδασκάλοις· ὅτι γὰρ ζωτικὴν δύναμιν καὶ σώματα ἔχει τὰ σπέρματα, τοῦτο καὶ ἡμεῖς λέγομεν· τὸ δὲ ἀπέχεσθαι ἐμψύχων, τοῦτο σαυτῷ ἐνομοθέτησας· καὶ ἐπειδὴ τῇ τοῦ κυρίου διαταγῇ ἀνθέστηκας, κἂν τὴν αὐτοῦ ὁμολογίαν φύλαξον ἀπεχόμενος τῶν ἐμψύχων καὶ τῶν ἀλλοτρίων σωμάτων. Λέγει γὰρ ὁ κύριος ἐν εὐαγγελίοις περὶ τῶν
About this text
Amphilochius of Iconium, Contra haereticos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s Contra haereticos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.