Epistula synodalis · §u01-open

Epistula synodalis Unit 1 opening

Unit 1.

Lemma-led open — Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐπιστολὴ συνοδική. Καὶ πρὶν κομίζεσθαι τὰ παρὰ τῆς ἀγάπης ὑμῶ

Greek

Epistula synodalis Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐπιστολὴ συνοδική. Καὶ πρὶν κομίζεσθαι τὰ παρὰ τῆς ἀγάπης ὑμῶν γράμματα, περιήγγειλεν εἰς ἡμᾶς ἡ φήμη καὶ τὸ τῆς πίστεως ὑμῶν ἀκραιφνὲς καὶ πρὸς τοὺς κινδύνους παρατεταμένον καὶ πρὸς τὰ παθήματα τὰ ὑπὲρ Χριστοῦ καρτερικὸν καὶ τῆς εἰς θεὸν ἀγάπης καὶ τὸ τῆς μελλούσης ἐλπίδος ἐν ὑμῖν βέβαιον. Ἐπεὶ δὲ καὶ τοῖς γράμμασι τῆς εὐλαβείας ὑμῶν ἐντετυχήκαμεν, εἴδομεν ὄντως ἐκκλησίας ἀποστολικῆς χαρακτῆρα καὶ ποιμένων ἀγαθῶν ζῆλον καὶ σπουδὴν ἄοκνον ἀληθινοῖς χριστιανοῖς πρέπουσαν. Τὸ γὰρ μήτε τῆς ὁδοῦ μῆκος ὑπολογίσασθαι μήτε διεσπασμένως τὰς πεύσεις προσα γαγεῖν, ἀλλὰ κοινῇ διὰ τῶν γραμμάτων ποιήσασθαι τὴν ἐρώτη σιν, λίαν ἡμᾶς εὐέλπιδας πεποίηκεν ὅτι συμφώνως ἐπιστείλαντες συμφώνως καὶ τὰς ἀποκρίσεις παρ' ἡμῶν δέξασθε· καὶ οἷόν τι προοίμιον τῆς τελειοτέρας ὁμονοίας τὴν ἐν τοῖς γράμμασιν ὑμῶν ὁμόνοιαν ἐδεξάμεθα. Καὶ δι' εὐχῆς μὲν ἦν ἡμῖν καὶ τὸν θαυμασιώ τατον καὶ μετὰ πάσης αἰδοῦς ὀνομαζόμενον ἐπίσκοπον Βασί λειον καὶ παρόντα δέξασθαι τῇ συνόδῳ καὶ κοινωνόν, μᾶλλον δὲ ἔξαρχον τῶν πρὸς ὑμᾶς πραγμάτων ἔχειν. Ἐπεὶ δὲ ἐκεῖνον ἀρρωστία σώματος ὑπερβάλλουσα πρὸς τὴν ἄφιξιν διεκώλυ σεν, τελείας μέν ἐστιν ἀγάπης ὑμῶν μήτε τὰ τῆς ἡμετέρας βραχύτητος παριδεῖν γράμματα. Οὐ μέντοι τὴν ἁγίαν ὑμῶν ἐκκλησίαν ἄμοιρον καὶ τῆς ἐκείνου φωνῆς περιείδομεν· ἀλλ' ἔχοντες αὐτοῦ σύγγραμμα περὶ ταύτης ἰδικῶς αὐτῷ τῆς ὑποθέσεως πεπονημένον κἀκεῖνον διὰ τοῦ γράμματος ἔχομεν ἡμῖν συμφθεγγόμενον. Τίς οὖν ἡ πρὸς τὴν πεῦσιν ἀπόκρισις; Τὴν ἁγίαν σύνοδον τῶν πατέρων τῶν ἐν Νικαίᾳ σύνοδον

About this text

Amphilochius of Iconium, Epistula synodalis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s Epistula synodalis — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.