Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
μεγαλορρημονεῖν οὐδὲ ἑαυτὸν πρὸ τῶν θαυμάτων ἀνακηρύττειν. Ὁ δέ φησι· θέλω μέν, ἀλλ' ἄνθρωπον οὐκ ἔχω· ὅπου γὰρ οὐδεὶς φίλος, οὐδαμοῦ ἄνθρωπος. ∆ιὰ τοῦτο καὶ ἐρωτῶ, οὐχ ἵνα μάθω– τίς γὰρ ἀσθενῶν ὑγιᾶναι οὐ βούλεται; –, ἀλλ' ἵνα τῶν χρηστῶν σου πολιτῶν τὴν ὠμότητα δείξῃς, ὅτι οὔτε χεῖρα σοι ἔδωκαν προσρῖψαι σε τῇ πηγῇ, ὃ καὶ πολέμιος αἰτηθεὶς ἂν παρέσχεν. Ἐπεὶ οὖν μέχρι τοῦ νῦν ἄνθρωπον οὐκ ἔσχες ἵνα βάλῃ σε εἰς τὴν κολυμβήθραν, ἰδοὺ ὁ διὰ σὲ ἄνθρωπος γενόμενος καὶ ἄνευ ὑδάτων ἰῶμαι σου τὸ πάθος· Ἀναστὰς ἆρον τὴν κλίνην σου καὶ ὕπαγε. Οὐχ 1 ἁπλῶς δὲ αὐτὸν τὴν κλίνην βαστάξαι κελεύει· ὅπερ γὰρ ἐπὶ τῶν ἄρτων ἐποίησε, τοῦτο καὶ ὧδε ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ λείψανα τῶν ἄρτων βασταγῆναι κελεύει, οὕτως καὶ ὧδε πρὸς τὸ τρανῶσαι τὸ θαῦμα καὶ Ἰουδαϊκῆς ὑπονοίας τὴν θεραπείαν ἐλευθερῶσαι καὶ δεῖξαι ὅτι οὐκ ἀπατεών τις ἐστίν, ἀλλὰ σωτὴρ καὶ κοινὸς τῆς φύσεως ἰατρός, κελεύει αὐτῷ βαστάξαι τὴν κλίνην. Εἶπον οὖν οἱ Ἰουδαῖοι· Σάββατόν ἐστιν, οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον. Ὁ δὲ ἀποκρίνεται· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράββατόν σου καὶ περιπάτει. Εἶπον οὖν αὐτῷ· Καὶ τίς ἐστιν; Ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει. Ὡς οὖν ἔμαθον ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσαςαὐτὸν ὑγιῆ, ἐδίωκον ἵνα ἀποκτείνωσιν αὐτόν. Τί οὖν ὁ Χριστός; Τὸν πατέρα φέρει λέγων ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Ὥσπερ γάρ, φησίν, ὁ πατὴρ ὁ ἐμὸς οὐχ ὅροις ὑπόκει ται, οὐ νομοθεσίαις δουλεύει οὔτε προστάγματα ἀναμένει, οἰκείᾳ δὲ γνώμῃ ποιεῖ ἅπερ βούλεται, οὕτως κἀγὼ αὐθεντικῇ ἐξουσίᾳ πάντα ἐργάζομαι ἐπίσης τῷ πατρί. Οἱ δὲ διὰ τοῦτο αὐτὸν ἐζήτουν μᾶλλον ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυσε τὸ σάββατον, ἀλλ' ὅτι καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ. Ἀλλ' ἐκείνων λυττώντων καὶ μαινομένων τί ὁ Χριστός; Ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Οὐκ ἐπειδὴ αὐτὸς μὲν ἄλλα κτίζει, ἐγὼ δὲ κατὰ μίμησιν ἕτερα ἐργάζο μαι· εἰ γὰρ τοῦτο ἦν, δύο οὐρανοὺς εἶναι ἐχρῆν, δύο ἡλίους, δύο θαλάσσας, δύο ἀνθρώπων γένη καὶ διπλοῦν κόσμον, τὸν μὲν τοῦ πατρός, τὸν δὲ ἐμόν. Ἀνάγκη γὰρ ὡς ἐπὶ τῶν ζωγράφων αἱ γραμμαὶ καὶ ἐπὶ τῶν διδασκάλων τὰ στοιχεῖα προστάσσονται, οὕτως τὴν τοῦ πατρὸς προστετάχθαι κτίσιν ἧς κατὰ μίμησιν εἰργασάμην ἐγώ. Εἰ οὖν οὐκ ἔχει οὕτως, δέσποτα, διὰ τί λέγεις Οὐ
About this text
Amphilochius of Iconium, In illud Non potest (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In illud Non potest — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.