In illud Non potest · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα; Ἵνα τὴν Ἰουδαίων ὑπεκλύσω μανίαν τῶν νομιζόντων με ἀντινομοθετεῖν τῷ πατρί· ἐπειδὴ γὰρ ἐγκαλοῦσί μοι περὶ τῆς λύσεως τοῦ σαββάτου, εἶπον ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, ἑκατέρωθεν τὸ ὁμότιμον δεῖξαι θέλων. Ἀλλ' οἱ πάντα ἄφρονες νομίσαντές με ἔργα ἔργοις ἐπιτειχίζειν καὶ γνώμῃ γνώμην ἀντεισάγειν ἐκινοῦντο πρὸς φθόνον· ὅθεν διορθούμενος αὐτῶν τὴν γνώμην ἔλεγον Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ πρὸς τὸν πατέρα ποιοῦντα ἀντὶ τοῦ Τί μοι οἱ ἄκαιροι τοῦ σαββάτου χολᾶτε ἐξετασταί, ὅτι λύω τὸ σάββατον; Ἀλλ' οὐκ ἀντιπολιτεύομαι τῷ πατρί, οὐ γὰρ αὐτὸς στῆσαι τὸ σάββατον θέλει κἀγὼ λῦσαι· οὐκ ἀπομάχομαι πρὸς αὐτόν, οὐ στασιάζω πρὸς τὴν γνώμην, οὐκ αὐτὸς θέλει, ἐγὼ δὲ ἕτερα βούλομαι· ἃ θέλει θέλω, ἃ βούλεται βούλομαι, ἃ ποιεῖ ποιῶ. Οὕτως γὰρ οὐδὲν ἐκτὸς αὐτοῦ οὐ ποιῶ, οὐ θέλω, ὅτι εἰς ἀδύνατον καθιστῶν τὸν λόγον λέγω· Ἀμὴν λέγω οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν· οὐ γὰρ ἔχω κεχωρισμένην καὶ ἀποτετμημένην τοῦ πατρὸς γνώμην. Μιᾶς γὰρ οὔσης τῆς φύσεως, ἑνὸς ὄντος τοῦ θελήματος, ἀνάγκη τὸ ἀποτέλεσμα ἓν ὑπάρχειν. Οὐ δύναται οὖν ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, οὐ γὰρ δύναται ἄνευ τοῦ πατρὸς ποιῆσαί τι ὅλον αὐτὸν ἐν ἑαυτῷ ἔχων· ἐγὼ γὰρ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. Εἰ γὰρ ψυχῆς καὶ σώματος ἀδιάκριτα ἔργα διὰ τὴν ἕνωσιν, καίτοι διῃρημένης τῆς φύσεως, ἄλλο μὲν σῶμα θνητόν, ἄλλο δὲ ἀθάνατος ψυχή, πῶς δύναται ἐμοῦ τε καὶ τοῦ πατρὸς διακριθῆναι τὰ ἔργα; Ὅπου βουλὴ καὶ λόγος καὶ γνῶσις καὶ σοφία καὶ φύσις καὶ θεότης μία, οὐ δύναται οὖν ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν διὰ τὸ μὴ κεχωρίσθαι τοῦ πατρός, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα, τουτέστιν ἐὰν μὴ τὸν πατέρα θέλοντα ἴδῃ. Ὡς μιᾶς γὰρ καὶ τῆς αὐτῆς φύσεως σύνδρομον ἔχων τὸ θέλημα ἀποτελῶ τὰ γινόμενα· εἰ μὲν γὰρ σωματικὴν ἐξεπλήρουν τὴν ἐργασίαν, ἀνάγκη διανέμεσθαι τοῦ γινομένου τὴν κατασκευήν· ἐπειδὴ δὲ θέλησις ἐστὶν ἀρκοῦσα πρὸς τὴν τῶν μὴ 2 ὄντων παραγωγήν, διὰ τοῦτο καὶ ἡ τῶν ὅλων δημιουργία τὸν πατέρα καὶ τὸν υἱὸν οἶδε δημιουργὸν οὐκ ἐξωθουμένου τοῦ πνεύματος. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ· ταῦτα καὶ οὐχὶ τοιαῦτα, οὐ γὰρ κατὰ μίμησιν ἕτερα

About this text

Amphilochius of Iconium, In illud Non potest (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s In illud Non potest — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.