Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων αὐθαιρέτως προιέμενος. Ὥσπερ οὖν ἐν μορφῇ θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσα μορφὴν δούλου λαβὼν μηδενὸς ἀναγκά σαντος, οὕτω καὶ ἑκοντὶ τὸν θάνατον ὑπομένω οὐ βίᾳ κρατούμε νος, ἀλλ' αὐθαιρέτως ἐπὶ τὸ πάθος ἐρχόμενος. ∆ιὰ τί δὲ ἔπαθες, δέσποτα; ∆ιὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, φησίν. Καὶ λέγω τὸν τρόπον. Ἐπειδὴ γὰρ ἀποφάσει θανάτου τὸ γένος τῶν ἀνθρώπων ὑπεβλήθη διὰ τὸν ἐκ παρθενικῆς γῆς πλασθέντα Ἀδάμ, ἐγὼ δὲ ἤμην ὁ τὴν ἀπόφασιν τοῦ θανάτου ἐκβαλών, ἀδύνατον δὲ ἦν τῆς τιμωρίας ἀνεθῆναι τὸν ἄνθρωπον, εἰ μὴ αὐτὸς ἐγὼ τὴν ἑαυτοῦ ἀνεκαλεσάμην ἀπόφασιν, διὰ τοῦτο ἐκ παρθενικῆς γαστρὸς καθ' ὁμοιότητα τοῦ Ἀδὰμ ἀνθρώπου μορφὴν λαβὼν ὑπομένω θάνατον, ἵνα καὶ ὡς θεὸς λύσω τὴν ἀπόφασιν καὶ ὡς ἄνθρωπος ὑπὲρ ἀνθρώπων καταδέξωμαι τὸν θάνατον. Τοῦτο δὲ ποιῶ, ἵνα μὴ αὐθεντίᾳ, ἀλλὰ συμπαθείᾳ τὸν ἄνθρωπον ἐλευθερώσω. Εἰ γὰρ ἀνθρώπου ἁμαρτήσαντος θεὸς ἦν ὁ κατορθώσας, οὐ μέγα ἦν τὸ κατορθούμενον. Νῦν δὲ διὰ τοῦτο ἄνθρωπος γέγονα καὶ ὑπὲρ τοῦ καταλύσαντος τὸν νόμον τὸν νόμον ἐπλήρωσα, ἵνα τῇ οἰκειότητι τοῦ κατορθώσαντος ἐνα βρύνηται τῶν ἀνθρώπων τὸ γένος. Ὅθεν καὶ νῦν εἰς πρόσωπον τοῦ Ἀδὰμ δέχομαι τὴν ἀπόφασιν τοῦ θανάτου, ἵνα ἐκεῖνος δι' ἐμοῦ λάβῃ τὴν χάριν τῆς ἀναστάσεως. Πταίσας ὁ Ἀδὰμ συνεισήνεγκε τὸν θάνατον, κατορθώσας ἐγὼ ἀντεισήγαγον τὴν ἀνάστασιν. Καὶ ἐπειδὴ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, ἐβασί λευσεν δὲ ἐκ τοῦ τὸ σῶμα ὑποχείριον ἔχειν τὸ συνεργὸν τῆς ἁμαρτίας, διὰ τοῦτο ἀνέλαβον τὸ αὐτὸ σῶμα τὸ δοκοῦν ὄργανον εἶναι τῆς ἁμαρτίας, <ἵνα> καταργήσας τὴν ἁμαρτίαν ἐλεύθερον ἁμαρτίας ἀποδείξω τὸν ἄνθρωπον. Ἄλλως δὲ ἐπειδὴ ζωὴν κακὴν ἔζων οἱ ἄνθρωποι συμπεπλεγμένοι τῇ ἁμαρτίᾳ ὡς εἶναι αὐτῶν τὴν ζωὴν θανάτου χείρονα, διὰ τοῦτο τὸν ἀγαθὸν θάνατον τῆς κακῆς ζωῆς προκρίνας ὑπομένω θάνατον, ἵνα οἱ τῷ καλῷ θανάτῳ κοινωνήσαντες τῆς ἀληθοῦς ζωῆς ἀπολαύσωσιν· ἀπολαύσωσιν δὲ διὰ τοῦ βαπτίσματος· Ὅσοι γὰρ βαπτίζονται, εἰς τὸν θάνατόν μου βαπτίζονται, ἵνα ὥσπερ ἠγέρθην ἐγὼ ἐκ νεκρῶν, οὕτως καὶ αὐτοὶ ἐν καινότητι ζωῆς περιπατήσωσιν. Καὶ μηδεὶς ἀμφιβάλλων λεγέτω ὅτι τὸ σκότος οὐκ ἐργάζεται φῶς οὔτε τὸ μέλαν ἀποτελεῖ λευκότητα, πῶς ὁ θάνατος ἐγέννη σεν ζωήν; Ὅτι γὰρ ὑπὲρ φύσιν τὸ πρᾶγμα, δῆλον. Ἀλλ' ἐπ' ἐμοῦ μὴ ζήτει φύσεως τάξιν. Ἐγὼ γάρ εἰμι ὁ δεσπότης τῆς φύσεως, ὁ ποτὲ μὲν τὴν φύσιν κατὰ φύσιν φέρεσθαι συγχωρῶν, ποτὲ δὲ αὐτὴν ὑπὲρ φύσιν ἡνιοχῶν. Ὅταν γάρ τι ἐξαίσιον οἰκονομῆσαι θέλω, τότε καὶ ἡ φύσις τὴν ἑαυτῆς ἀρνησαμένη τάξιν ἐκεῖνα πράττει, ἅπερ ἂν τὸ ἐμὸν παρακελεύηται νεῦμα. Καὶ τοῦτο δῆλον ἐκ τῆς ὁρωμένης διακοσμήσεως, οἷόν τι λέγω· ὁ ἥλιος καὶ ἡ σελήνη πῦρ εἰσιν κατὰ φύσιν, ὕδωρ δὲ τὸ κρυσταλλωθὲν στερέω μα, ὃ δὴ οὐρανὸν ἐκάλεσα· εἰ φύσεως οὖν δρόμον ἐπιζητεῖς, πῶς τὸ πῦρ ὑπὸ 3 τοῦ ὕδατος φυλάττεται ἢ τὸ κρυσταλλωθὲν στερέωμα πῶς ὑπὸ τῆς θέρμης τοῦ πυρὸς οὐ διαλύεται καὶ διαρρεῖ; Καὶ ἵνα σου τὴν ψυχὴν μὴ περὶ τὴν ὁρωμένην διακόσμησιν ἀσχολήσω, ἐπ' αὐτήν σε τὴν οἰκονομίαν χειραγωγήσας πείθω ὡς οὐ χρὴ ἐπὶ ταῖς παραδόξοις θαυματουργίαις φύσεως ἐπιζητεῖν δρόμον. Ἀναλόγισαι γὰρ ὅτι θεὸς ὢν ἀνθρώπινον ὑπεδύην σῶμα. Τοῦτο δὲ πρῶτον παρὰ φύσιν. Ἐπεὶ πῶς τὸ τριχῇ διάστατον σῶμα τὸ ἀνθρώπινον τὸν ἀχώρητον, τὸν ἀμέτρητον, τὸν πανταχοῦ ὄντα, τὸν πᾶσαν τὴν οἰκουμένην περιγράφοντα, τὸν μετροῦντα τὸν οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακὶ καὶ τὴν θάλατταν κοτύλῃ χωρῆσαι ἠδύνατο, εἰπέ. Ὅτι γὰρ ἐχώρησεν δῆλον, ἐπειδὴ καὶ πᾶν τὸ πλήρωμα τῆς θεότητος ἐνῴκησεν ἐν τῇ σαρκὶ σωματικῶς. Τὸ δὲ πῶς ἐγὼ μὲν οἶδα, φησίν. Οἶδα γὰρ ἃ οἰκονομῶ, σὺ δὲ ἀκοῦσαι οὐ δύνῃ· ὑπερβαίνει γὰρ ἀκοὴν θνητὴν ἡ τῶν ἀπορρήτων εἴδησις οὕτως, ὅτι κἂν ποτὲ διὰ πλῆθος οἰκτιρμῶν ἑρμηνεῦσαί τι θέλω, οὕτως ἑρμηνεύω, οὐχ ὡς ἡ φύσις ἔχει, ἀλλ' ὡς σὺ μαθεῖν δύνῃ· διὰ τοῦτο γὰρ καὶ τῶν δοκήσει σοφῶν τὸν τῦφον καταστέλλων ἔλεγον· Ὁ δοκῶν εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκεν, καθὼς δεῖ γνῶναι. Ἐπεὶ ὅτι λόγος ὢν σὰρξ γέγονα, ἤκουσας, τὸ δὲ πῶς ἀγνοεῖς. Πῶς γὰρ ἤμην ἐν τῇ σαρκί, ὡς σῶμα ἐν σώματι ἢ ὡς ψυχὴ ἐν σώματι; Οὐκοῦν συνέπαθον τῷ παθητῷ σώματι, ἀλλ' οὐκ ἔπαθον. Θεοῦ γὰρ φύσις οὐ περιπίπτει πάθει. Ὥσπερ οὖν σὰρξ γέγονα οὐκ ἐκπεσὼν τοῦ εἶναι θεός, οὕτως καὶ πάθος ὑπέμεινα οὐ περιπεσὼν πάθει. Ἐγεννήθην δι' οἰκονομίαν, ἀπέθα νον διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν· μᾶλλον δὲ διὰ τοῦτο ἀπέθανον, ἐπειδὴ ἐγεννήθην. Μὴ ζητήσῃς οὖν ἐπ' ἐμοῦ ἢ γεννήσεως τάξιν ἢ
About this text
Amphilochius of Iconium, In illud Pater (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In illud Pater — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.