Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
θανάτου τρόπον. Ἃ γὰρ ἡ φύσις οὐ ποιεῖ, ταῦτα ἡ δύναμις ἀποτελεῖ. Θεὸς οὖν ὢν ἀνθρώπινον ὑπῆλθον σῶμα. Τοῦτο πρῶτον παρὰ φύσιν· ἀλλ' οὐ γέγονεν διὰ τὴν φύσιν ἀδύνα τον, ἐπειδὴ ἐν τῇ ἐμῇ ἐξουσίᾳ ἔκειτο, τοῦ πεποιηκότος τὴν φύσιν. Συνεχώρησα δὲ πάλιν καὶ αὐτὸ τὸ σῶμα τῷ γενικῷ περιπεσεῖν θανάτῳ, ἵνα ἡ ζωὴ ἡ τοῦ θανάτου δεσπόζουσα καὶ ἐν αὐτῷ τῷ θανάτῳ τὴν τῆς ζωῆς ἐνέργειαν ἐπιδείξηται. Τὸ μὲν ζῶν ζῆν οὐ δὲν θαυμαστόν, τὸ δὲ ἀποθανὸν ζωῶσαι τοῦτο μέγα καὶ παράδο ξον. ∆ιὸ καὶ λυθῆναι αὐτὸ συνεχώρησα καὶ μετὰ τὸ λυθῆναι ἀνέστησα, ἵνα δείξω ὅτι καὶ τοῦ σώματος ὑποβληθέντος θανάτῳ οὕτως ἀπαθὴς ἔμεινα, ὅτι οὐ μόνον τὸ ἑαυτοῦ σῶμα ἤγειρα, ἀλλὰ καὶ τὰ τῶν προκεκοιμημένων δικαίων σώματα συνανέστησα. Ἑκὼν οὖν φιλανθρωπίᾳ τὸν θάνατον ὑπομένω, ἑκὼν δὲ πάλιν κατά τινα οἰκονομίαν τὸν θάνατον δειλιῶ. ∆ειλιῶ γὰρ τὸν θάνα τον, ἵνα ἀπατήσω τὸν θάνατον. Ὥσπερ ἐν τῇ ἐρήμῳ, εἰ μὴ ἐπείνασα, οὐ προσήρχετο ὁ διάβολος. ∆ιὰ τοῦτο δὲ ἐπείνασα, ἵνα μὴ νομίσας ἄλλον εἶναι Ἀδὰμ προσενέγκῃ τὸ θήρατρον. Οὕτως καὶ ὧδε διὰ τοῦτο τῆς δειλίας προφέρω ῥῆμα, ὡς δέλεαρ, ἵνα ἑαυτῷ ἀγκιστρεύσω τὸν θάνατον. Ἐπειδὴ γὰρ εἶδεν ὁ διάβολος πολλὰ σημεῖα πεποιηκότα, παραλυτικὸν νευρώσαντα, ἀλάλων τὰς γλώσσας ἀρθρώσαντα, κωφῶν τὰ ὦτα ἀνοίξαντα, τυφλοὺς ὀμματώσαντα, τῆς θαλάσσης τὸν φλυσμὸν εἰς γαλήνην μεταβα λόντα, τῆς αἱμορροούσης τὰς πηγὰς διὰ τῆς ἁφῆς τοῦ κρασπέδου ξηράναντα, τὸν Λάζαρον λόγῳ ἐγείραντα, τὴν τοῦ Ἰαείρου θυγατέρα ἀναστήσαντα, τὸν τῆς χήρας υἱὸν ἐκ νεκρῶν ἀνακαλε σάμενον, πάντα οὖν ταῦτα θεασάμενος καὶ ἐξ αὐτῶν τῶν πραγ μάτων πεισθείς, ὅτι ἐγώ εἰμι ὁ υἱὸς τοῦ θεοῦ ὁ ἐν μορφῇ τοῦ ἀνθρώπου φανεὶς κατὰ τὴν τῶν προφητῶν πρόρρησιν, φοβεῖται καὶ δέδιεν σταυρῷ με προσηλῶσαι καὶ θανάτῳ παραδοῦναι, ἵνα μὴ νεκροῦ ὑπεισελθὼν σχῆμα τοὺς νεκροὺς ἐλευθερώσω. Τί οὖν ποιῶ, ἵνα καὶ τοῦ διαβόλου τὴν δειλίαν εἰς ἀπόνοιαν μεταβάλω καὶ τὸν θάνατον ἐπιδραμεῖν ποιήσω; Φεύγω ἵνα διώξῃ, δειλιῶ ἵνα θαρρήσῃ, ταπεινοῖς κέχρημαι ῥήμασιν ἵνα με ἕνα τῶν πολλῶν νομίσας προσδράμῃ καὶ καταπίῃ. Ἐὰν γὰρ ἐμὲ μὴ καταπίῃ, τοὺς καταποθέντας ἐμέσαι οὐκ ἔχει. Ὅθεν δειλίας φθέγγομαι ῥήματα, ἵνα 4 τὸν ἀπατεῶνα ἐξαπατήσας τὴν ἀπάτην λύσω. Ῥήμασιν ἐκεῖνος δολεροῖς ἠπάτησεν τὸν Ἀδάμ, ῥήμασιν ἐγὼ δειλοῖς ἀπατῶ τὸν δολερόν. Ἀλλ' ἐκεῖνος μὲν ἀπατηλοὺς ἐφθέγξατο λόγους, ἵνα τὸν ἄνθρωπον ἀπολέσῃ, ἐγὼ δειλίας φθέγγομαι ῥήματα, ἵνα τὴν οἰκουμένην ἐλευθερώσω. Ἁλιεύς εἰμι ἁλιεῖς ἁλιεύων. Ὥσπερ γὰρ ὁ ἁλιεὺς τῷ ἀγκίστρῳ τὸν σκώληκα περι θεὶς ἐκτείνει τὸν κάλαμον καὶ ποτὲ μὲν ἐνδίδωσιν τὸ ἄγκιστρον, ποτὲ δὲ ἕλκει καὶ ὑποσύρει, ἵνα φεύγοντα τὸν σκώληκα δείξας ἐπιδραμεῖν τὸν ἰχθὺν παρασκευάσῃ, οὕτως κἀγὼ τῷ ἀγκίστρῳ τῆς θεότητός μου ὥσπερ σκώληκα περιθεὶς τὸ σῶμα–Ἐγὼ γάρ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος–ποτὲ μὲν ἕλκω τὸν θάνατον ὡς δειλιῶν, ποτὲ δὲ ἐνδίδωμι τὸ ἄγκιστρον ὡς θαρρῶν, ἵνα ὁ διάβολος ὥσπερ ἰχθὺς τῷ σκώληκι ἐφαλλόμενος, τουτέστιν τῇ σαρκὶ ἐπερχόμενος, λανθανόντως τῷ ἀγκίστρῳ περιπέσῃ τῆς θεότητος καὶ περιπεσὼν ἑλκυσθῇ, ὡς πληρωθῆναι ἐπ' αὐτῷ τὸ ὑπὸ τοῦ Ἰὼβ εἰρημένον· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ. Οὐ φοβούμενος οὖν τὸν θάνατον εἶπον· Περίλυπός ἐστιν ἡ ψυ χή μου. Οὐδὲ δειλιῶν τὸ παθεῖν λέγω· Πάτερ εἰ δυνατὸν παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο. Πάντα γὰρ ποιῶ, ἵνα με ὁ θάνατος μὴ διαφύγῃ. ∆ειλιῶ ὡς ἄνθρωπος, ἵνα καταποθεὶς ὡς ἄνθρωπος ἐργάσωμαι ὡς θεός. Ταπεινοῖς κέχρημαι ῥήμασιν, ἵνα καταπιών μου τὴν ζύμην τοῦ σώματος εὕρῃ τὸν ἄνθρακα τῆς θεότητος δεινῶς αὐτὸν κατακαίοντα. ∆ειλιῶ, ἵνα μασήσηταί μου τὸ σῶμα, κόκκον σινάπεως· εὑρήσει τὴν δριμύτητα τῆς θεότητος σφοδρῶς αὐτὸν βασανίζουσαν. ∆ειλιῶ, ἵνα καταπίῃ με ὡς ἄνθρωπον. Ἐὰν γάρ με καταπίῃ, εὑρήσει τὴν στερεὰν τῆς θεότητος πέτραν τοὺς ὀδόντας αὐτοῦ συντρίβουσαν, ὡς πληρωθῆναι ἐπ' αὐτῷ τὸ γε γραμμένον ὅτι Ὁ θεὸς συνθλάσει τοὺς ὀδόντας αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ. ∆ιὰ τοῦτο οὖν κρύπτω τῆς θεότητος τὴν αὐθεντίαν, προβάλλω δὲ τῆς σαρκὸς τὴν δειλίαν, ἵνα μὴ τῇ δυνάμει τῆς θεότητος θηρευθῇ, ἀλλ' ἵνα τῇ ἀσθενείᾳ τοῦ σώματος καθαιρεθῇ. Ἵνα γὰρ μὴ μέγα φρονῇ ὡς ὑπὸ θεοῦ ἡττώμενος, διὰ τοῦτο διὰ τῆς σαρκὸς αὐτὸν ἀπατῶ, ἵνα δι' ὧν ἐπεβούλευσεν ἐπιβουλευθῇ. Νικῶ τοίνυν αὐτὸν διὰ τῆς ἀσθενείας τοῦ σώματος, ἵνα μὴ μέγα φρονῇ ὡς ὑπὸ θείας δυνάμεως ἐλεγχόμενος. Τὸ γὰρ ὑπὸ τῆς θεότητος
About this text
Amphilochius of Iconium, In illud Pater (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In illud Pater — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.