Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
παρακληθεὶς τὰς ἐν τῷ ᾅδῃ κατεχομένας ψυχὰς ἐρρυσάμην· Κύριε, γάρ φησιν, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, αὐτὸς δὲ καὶ παρακληθεὶς τὴν τεταραγμένην μου ψυχὴν τῶν ἐπηρτημένων οὐκ ἠλευθέρωσεν κακῶν. Ἀλλὰ μὴ γένοιτο! Οὔτε γὰρ ὁ 6 πατὴρ ἢ ἀφειδῶν ἢ ἀδυναμῶν οὐκ ἠλευθέρωσέν με τοῦ πάθους, οὔτε ἐγὼ παραιτού μενος τὸ πάθος ᾔτησα παρελθεῖν τὸ ποτήριον. Εἰ μὲν γὰρ ἀκού σιον τὸ πάθος, ἀληθῶς ἐδειλίων, εἰ δὲ αὐθαίρετος ὁ θάνατος, ἔδοξα δειλιᾶν, ἵνα σοφισάμενος τὸν διάβολον ἐλευθερώσω τὸν ἄνθρωπον. Ὅθεν τοῦτο μὴ συνορῶν ὁ διάβολος εἵλκυσέν με ὡς καταπίνειν μέλλων, ἀγνοῶν ὅτι καὶ τοὺς καταποθέντας ἐμέσαι εἶχεν. Ἅμα γὰρ ἐπέστην τῷ ᾅδῃ, ἐσκύλευσα αὐτοῦ τοὺς τάφους, ἐγύμνωσα τὰς θήκας. Ἐγύμνωσα δὲ οὐ φανερῶς μαχόμενος, ἀλλ' ἀοράτως τὴν ἀνάστασιν παρεχόμενος. Οὐδένα γὰρ ἔλυον καὶ πάντες ἀνίεντο, οὐδὲν ἐλάλουν καὶ ἐλευθερία ἐκηρύττετο, οὐδένα ἐκάλουν καὶ πάντες συνέτρεχον. Ἅμα γὰρ ἐπέστην ὡς βασιλεύς, κατεφρονήθη ὁ τύραννος, ἔλαμψα ὡς φῶς καὶ διελύθη τὸ σκότος. Ἦν γὰρ ἰδεῖν πάντα μὲν δεσμώτην ἐλευθερίαν βλέποντα, πάντα δὲ αἰχμάλωτον ἀναστάσει χορεύοντα· οὕτως ὡς αὐτοὺς τοὺς νεκροὺς ἐμὲ μὲν θαυμάζοντας ἐπὶ τῇ νίκῃ, τὸν δὲ θάνατον διασύροντας ἐπὶ τῇ ἥττῃ καὶ λέγειν· Ποῦ σου, θάνατε, τὸ κέντρον, ποῦ σου, ᾅδη, τὸ νῖκος; Καὶ ταῦτα μὲν οὕτως. Ὑπὲρ δὲ τῶν εἰρημένων δόξαν ἀναπέμψωμεν τῷ παμβασιλεῖ τῶν ὅλων Χριστῷ, ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀχράντῳ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 7
About this text
Amphilochius of Iconium, In illud Pater (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In illud Pater — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.