Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
τῇ δὲ θεότητι πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν. Μετὰ γὰρ τέσσαρας ἡμέρας τοῦ ταφῆναι τὸν Λάζαρον, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν τὴν ἀνάστασιν τοῦ φίλου κωμῳδῆσαι. Ὅθεν καὶ τοῦ κυρίου παραγενομένου ἐν Βηθανίᾳ, ὡς ἤκουσε Μάρθα ἡ ἀδελφὴ Λαζάρου, ἔδραμεν, ἔσπευσε, προσέπε σεν ἐν παρακλήσει αἱρετικὴν πρεσβείαν προσφέρουσα. Προσπε σοῦσα γὰρ ἔφασκε τῷ κυρίῳ λέγουσα· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. Καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεόν, δώσει σοι ὁ θεός. Ὁ δὲ κύριος αὐτὸς πέλαγος ὢν μακροθυμίας ἀπεκρίνατο λέγων· Τί λέγεις, Μάρθα; Κύριον καλεῖς, καὶ κύριον οὐκ ἐννοεῖς; Οὐκ ἤμην ὧδε; Μικρὸν καρτέρησον· ἐν τάχει γὰρ παρὰ τοῦ 1 ἀδελφοῦ σου μαθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Συγγινώσκω σοι, Μάρθα· μεθύεις γὰρ τῇ λύπῃ–ὥσπερ αὐτῇ εἶπεν· καλῶν μεθύων τις σφάλλεται–, ὅτε ἐκνήψεις, τότε σωφρονισθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Ἡ δὲ Μάρθα καὶ οὕτως συμπεριενεχθεῖσα ἀνθρωπίνοις ῥήμασιν ἀνθυπένεγκε τῷ κυρίῳ λέγουσα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ὁ δὲ κύριος πρὸς αὐτήν· Τί βαμβαίνεις, ὦ Μάρθα; Τί εἰς μακρὰς ἐλπίδας τὴν ἀνάστασιν ἀναδύῃ; Ἡ ἀνάστασίς σοι διαλέγεται, καὶ περὶ τῆς ἀναστάσεως διαλέγῃ; Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται. Ταῦτα τοῦ κυρίου διαλεγομένου μικροῦ δεῖν πᾶσα ἡ πόλις Βηθανία κατέδραμεν εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ θαυμάσαι ἀλλὰ γελάσαι. Οὐκ εἶχον γὰρ ἐλπίδα τετραήμερον νεκρὸν ἀναστῆσαι. Τί οὖν ὁ κύριος; Ὡς εἶδε τοσοῦτον πλῆθος καταδραμὸν καὶ ὅτι ἄξιοί εἰσι καὶ ἱκανοῦσι πρὸς μαρτυρίαν τοῦ μέλλοντος παρ' αὐτοῦ ἀνεγείρεσθαι, ἀποκριθεὶς πρὸς αὐτοὺς ἔφη· Ποῦ τεθείκατε Λάζαρον; Ἆρ' οὐκ ᾔδει τὸν τόπον ὁ τοῦ τόπου δεσπότης; Ἤδει τὸν τόπον, ἀλλ' ἐπραγματεύσατο τὸν τρόπον, ὅπως πάντες αὖθις ἀναγκασθέντες ἐπακολουθήσωσι τῷ Ἰησοῦ, ἵνα αὐτοψὶ δεξάμενοι τὴν ἀνάστασιν ἀναμφίβολοι κήρυκες γένωνται. Ποῦ τεθείκατε αὐτόν; Οἱ δὲ ἐπερωτηθέντες εἶπον πρὸς αὐτόν· Ἔρχου καὶ ἴδε. Τοῦ δὲ κυρίου βαδίζοντος καὶ ἐπὶ τὸν τάφον σπεύδοντος ὁ ἀκολουθῶν ὄπισθεν ὄχλος ἀντέβαλε πρὸς ἑαυτὸν λέγων· Τί θέλει οὗτος τὸν τάφον Λαζάρου θεάσασθαι; Εἰ υἱός ἐστι τοῦ θεοῦ, τοῦτον ἀναστήσει. Τῶν γὰρ προσφάτως
About this text
Amphilochius of Iconium, In Lazarum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In Lazarum — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.