In Lazarum · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

τελευτησάντων, ὧν ἤγειρεν, οὐκ ἐπιστάμεθα. Πόθεν οὖν ἴσμεν, εἰ τελείῳ θανάτῳ παρεδόθησαν; Τοῦτον ἀναστήσει, καὶ γνῶσιν λαμβάνομεν ὅτι ἀληθῶς θεοῦ υἱός ἐστιν. Ὅθεν καὶ ἡ Μάρθα τοῖς λόγοις τούτοις συμπεριενεχθεῖσα προσῆλθε τῷ κυρίῳ καὶ αὐτὴ λέγουσα· Ποῦ πορεύῃ, δέσποτα; Τί θέλεις τὸν τάφον ἰδεῖν Λαζάρου; Τί τὴν ὀδύνην ἡμῶν ἀναζέεις; Τί τὸ πένθος ἐπεγείρεις; Τί θέλεις τὸν τάφον ἰδεῖν; Οὐδὲν γὰρ ὀνήσεις, δέσποτα· ἤδη ὄζει, τετραήμερος γάρ ἐστιν. Ὁ δὲ κύριος πρὸς τὴν Μάρθαν· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; Ἐμοὶ λέγεις· Ἤδη ὄζει. Ἡ ἀδελφήσου μυρίζει, καὶ σὺ καπνίζῃ τῇ ἀπιστίᾳ; Θέλω τὸν τάφον ἰδεῖν τοῦ φίλου μου. Ταῦτα εἰπὼν ὁ κύριος ἐπὶ τὸν τάφον ἐπορεύετο. Καὶ πλησιάσας τῷ τάφῳ μόνον εἶδε τὸ μνημεῖον, εὐθέως ἐδάκρυσε. Τίς ἡ χρεία δακρύειν ὃν ἤμελλεν ἐγείρειν; Ἐδάκρυσε. ∆ι' ὅ; Ἄκουε συνετῶς. Πάντα ὁ κύριος σοφῶς ἐπραγματεύσατο· ἐδάκρυσε γὰρ ἐπὶ τὸν τάφον, ὅπως τῶν ἀκολουθησάντων τὴν γνώμην δημοσιεύσῃ, οἵαν ἔχουσι περὶ αὐτοῦ τὴν ὑποψίαν. ∆ιὸ καὶ ὡς εἶδον αὐτὸν δακρύσαντα, ἀνθρώπινα πάλιν παθόντες οἱ ἀκολουθοῦντες ὄχλοι ἤρξαντο πρὸς ἑαυτοὺς ἀντιβάλλειν καὶ λέγειν· Ἴδε πῶς ἐφίλει αὐτόν. Ὁ νεκροὺς ἐγείρας καὶ τυφλοὺς ὀμματώσας οὐκ ἠδύνατο ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ, εἰ ἄρα οὕτως ἐφίλει αὐτόν; Ὁ δὲ κύριος ὡς εἶδεν αὐτοὺς ἔτι ἀνθρώπινα λαλοῦντας, ἀπεκρίνατο πρὸς αὐτούς· Κοῦφον μὲν ἦν μοι παρακατασχεῖν τὴν ζωὴν Λαζάρου ὡς καὶ τοῦ Ἠλία καὶ τοῦ Ἐνώχ, ἀλλ' οὐδεὶς ὑμῶν ἐγίνωσκεν ὅτι τῇ ἐμῇ θελήσει ἡ ζωὴ Λαζάρου παρακατέχεται. ∆ιὰ τοῦτο συνεχώρησα ὑπὸ τοῦ θανάτου αὐτὸν καταποθῆναι, ὅπως ἀκριβῶς μάθητε ὅτι ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχω. Καὶ εὐθὺς πρὸς αὐτοὺς ὁ κύριος, καθὼς ἴστε πάντες σαφῶς· Ἀποκυλίσατε τὸν λίθον. Ἰουδαίοις ἐπέτρεπεν· Ἀποκυλίσατε τὸν λίθον. Βλέπε πῶς πάντα σοφῶς ἐπραγματεύσατο μάρτυρας ἀκριβεῖς τῆς ἀναστάσεως Λαζάρου καθιστῶν. Ἀποκυλίσατε τὸν λίθον. Τοῖς μαθηταῖς ἐπέτρεπεν ὄρη μετάγειν λόγῳ, καὶ αὐτὸς λόθον οὐκ ἀπεκύλιεν; Ἀλλὰ πάντα σοφῶς, καθὼς προεῖπον, πραγματευόμενος πρὸς λυσιτέλειαν ἔλεγεν τοῖς Ἰουδαίοις· Ἀποκυλίσατε τὸν λίθον, ὅπως ἐξ αὐτῆς τῆς

About this text

Amphilochius of Iconium, In Lazarum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s In Lazarum — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.